[ ]
Crete, W. — Axos [Phok., Delphi] — ca. 200-170 BC
1 | Ϝαξίων οἱ κόσμοι καὶ ἁ πόλις Αἰτωλῶ[ν συνέδροις] καὶ τῶι στρα- |
ταγῶι καὶ τῶι ἱππάρχαι χαίρειν. γινώ[σκε]τε Ἐράτωνα πολί- | |
ταν ἁμὸν ἰόντα, ἐκπλεύσαντα δὲ ἐπὶ στ[ρ]ατ[ε]ίαν εἰς Κύπρον | |
καὶ λαβόντα γυναῖκα τεκνοποιήσασθαι υ[ἱ]οὺς δύο, Ἐπικλῆν | |
5 | καὶ Εὐαγόραν. συνέβα δὲ ἀποθανόντος τῶ Ἐράτωνος ἐν τᾶι |
Κύπρωι αἰχμαλώτως γενέσθαι τὸνς πε[ρ]ὶ τὸν Ἐπικλῆν καὶ | |
τὰμ ματέρα αὐτῶν καὶ πραθῆμεν τὸν Ἐπικλῆν εἰς Ἄμφισσαν· | |
καταβαλὼν δὲ τὰ λύτρα ὁ Ἐπικλῆς οἰκε[ῖ π]αρ’ ὑμὲ ἐν Ἀμφίσσαι, | |
πολίτας ἰὼν ἁμὸς αὐτός τε κα[ὶ τ]ὰ τέκ[να αὐ]τῶ Ἐρασ[ιφῶ]ν [καὶ] | |
10 | Τιμῶναξ καὶ θυγάτηρ Μελίτα. [καλῶς ὦν π]οιη<σ>εῖτε φροντίδ- |
δοντες ὁπᾶι εἴ τίς κα ἀδικῇ α[ὐτώς, κω]λύηται ὑφ’ ὑμίων [καὶ κοι]- | |
νᾶι καὶ ἰδίαι, ἁ δὲ κοινοπολι[τείας] ἀιδία ὑπάρχῃ ἀν[αγραφά]. |