[ ] Crete, W. — Aptera
1 ἀγαθᾶι τύχαι. ἔδοξε τ[ᾶι β]ωλᾶι
καὶ τῶι δάμωι· Κλησθ[έν]ης Σώ-
σω εἶπε· Ἀντίοχον καὶ Ἀγαθοκλ-
ῆν Σωσιγένεος Ἱεροπολίτας
5 προξένος ἦμεν αὐτὸς καὶ
ἔγγονα· ὑπάρχεν δὲ αὐτοῖς καὶ
ἰσοπολιτείαν καὶ γᾶς καὶ οἰκίας
ἔνκτησιν καὶ ἀτέλειαν εἰσ-
άγωσι καὶ ἐξάγωσι καὶ κατὰ
10 γᾶν καὶ κατὰ θάλασσαν καὶ ἐν
πολέμῳ καὶ ἐν εἰρήνᾳ ἀσυλὶ καὶ
                                 ἀσπονδί.
Search Help
Contact Us