[ ]
Crete, W. — Aptera
| 1 | ἀγαθᾶι τύχαι. ἔδοξε τ[ᾶι β]ωλᾶι |
| καὶ τῶι δάμωι· Κλησθ[έν]ης Σώ- | |
| σω εἶπε· Ἀντίοχον καὶ Ἀγαθοκλ- | |
| ῆν Σωσιγένεος Ἱεροπολίτας | |
| 5 | προξένος ἦμεν αὐτὸς καὶ |
| ἔγγονα· ὑπάρχεν δὲ αὐτοῖς καὶ | |
| ἰσοπολιτείαν καὶ γᾶς καὶ οἰκίας | |
| ἔνκτησιν καὶ ἀτέλειαν εἰσ- | |
| άγωσι καὶ ἐξάγωσι καὶ κατὰ | |
| 10 | γᾶν καὶ κατὰ θάλασσαν καὶ ἐν |
| πολέμῳ καὶ ἐν εἰρήνᾳ ἀσυλὶ καὶ | |
| ἀσπονδί. |