[ ] Crete, W. — Aptera — 197 BC
1 ἔδοξεν̣ [τᾶι] βουλᾶι καὶ τῶι δ[άμωι· — — — — — εἶπε]·
ἐπειδὴ ὁ βασιλεὺς Ἄτταλος φίλος [ὑπάρχων διὰ προ]-
γόνων πρόνοιαν ποῆται περὶ τῶ κοιν[ῶ τῶν Κρηταιέων]
καὶ ἰδίαι τᾶς τῶν Ἀπταραίων πόλιος, καὶ τοῖς [παραγι]-
5 νομένοις ποτ’ αὐτὸν τὰμ πᾶσαν φιλανθρωπίαν ἐνδ[εί]-
κνυται, δεδόχθαι τᾶι βωλᾶι καὶ τῶι δάμωι· στεφανῶσ[αι]
βασιλέα vac. Ἄτταλον εἰκόνι χαλκέαι τελείαι, εἴτε κα [βώ]-
ληται πεζὸν εἴτε κα ἐφ’ ἵππω. <κα>ὶ αἴ κα vac. προαιρῆται καρυ-
χθῆμεν ἔν τινι τῶν ἀγώνων τῶν στεφανιτῶν, ἐπιμ[ε]-
10 λὲς γενέσθω τοῖς κόσμοις ὅπως καρυχθῇ· ἦμεν δὲ αὐτ[ῶι]
καὶ προεδρίαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν καὶ ἀσφάλειαν καὶ π̣[ο]-
λέμω καὶ εἰρήνας καὶ ἐν πόλι καὶ ἐν τοῖς λιμένοις καὶ ξενολο[γ]-
ῆσθαι καὶ ὁρμίζεσθαι καὶ αὐτῶι καὶ τοῖς ἐκγόνοις, καὶ τὰ λοιπὰ ὑ̣[π]-
άρχειν ὅσα καὶ τοῖς ἄλλοις vac. εὐεργέταις.
15                                                vacat
Search Help
Contact Us