[ ] Crete, W. — Allaria — beg. 2nd c. BC?
A [— — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — — — — —]αε[— — — — — —]
[— — — — — — — — — — — — — — —]ανα[— — — — —]
[— — — — — — — — — — — — —] δ̣ὲ̣ καὶ τὰ γρά[μματα]
[τὰ τῶν παραγενομένων] ἀ̣εὶ ἐξ Ἀλλαρίας [τοὺς ἄρ]-
5 [χοντ]ας̣ [ἐν τῶι δ]ημοσίωι μετὰ τοῦ γραμματ[έως].
[ἐξ]αποστεῖλαι δὲ τοὺς ἄρχοντας τοὺς περὶ Ἄ̣[γα]-
θ̣ιν τοῦδε τοῦ ψηφίσματος τὸ ἀντίγραφον σφραγι-
σαμένους τεῖ δημοσίαι σφραγῖδι ὅπως παρακο-
λουθῶσιν Ἀλλαριῶται τὰ ἐψηφισμένα περὶ τούτων.
10                                          vacat
B.1 Ἀλλαριωτᾶν οἱ κόσμοι καὶ ἁ πόλις Παρίων τᾶι βουλᾶι
καὶ τῶι δάμωι χαίρεμ. παραγενομένων τῶν πρεσβευ-
τᾶν ποτ’ ἀμέ, Φάνιός τε καὶ Δόρκω, οὓς ἀπεστείλατε
πρεσβεύσοντας περὶ τὠσύλω ποθ’ ἁμέ, καὶ ἀνανε-
5 ωσαμένων αὐτῶν ἐν τᾶι πρεσβείαι κατὰ τὸ ψάφισμα
τὸ παρ’ ὑμῶν τάν τε φιλίαν καὶ τὰν εὔνοιαν τὰν ὑ-
πάρχουσαν ταῖς πόλεσι ποτ’ ἀλλάλας διαφυλάτ-
τεν, ἐπὶ κόσμων τῶν περὶ Φιλόνβροτον τὸν Εὐθυ-
μάχω, ἀγαθᾶι τύχαι δεδόχθαι Ἀλλαριωτᾶν
10 τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπαινέσαι μὲν τὸν
δᾶμον τῶν Παρίων διότι διαφυλάττει τὰν φιλίαν
καὶ τὰν εὔνοιαν πρὸς τὰν πόλιν τὰν ἁμάν, κατὰ
ταὐτὰ δὲ ὑπάρχειν καὶ Παρίοις τὰν φιλίαν καὶ τὰν εὔ-
νοιαν παρὰ Ἀλλαριωτᾶν, ὅπως φαινώμεθα τὰ ὅμοι-
15 α τοῖς προαιρουμένοις ἁμὲ<ς> συντελόντε<ς>. εἶμεν δὲ
Ἀλλαριώταις καὶ Παρίοις ἰσοπολιτείαν, μετέχω-
σιν τῶι τε Ἀλλαριώται ἐμ Πάρωι καὶ θείνων καὶ ἀν-
θρωπίνων, ὡσαύτως δὲ καὶ τῷ Παρίωι ἐν Ἀλλα-
ρίαι μετέχωσι καὶ θείνων καὶ ἀνθρωπίνων. ἐὰν <δὲ>
20 συνδοκεῖ ταῦτα τῶι δάμωι τῶι Παρίων, ἀναγρα-
ψάντων αἱ πόλεις ἀμφότεραι ἐς στάλαν λιθίναν
καὶ ἀνθέντων Πάριοι μὲν ἐς τὸ ἱερὸν τᾶς Δάματρος,
Ἀλλαριῶται δὲ ἐς τὸ ἱερὸν τῶ {ι} Ἀπόλλωνος. ταῦ-
τα δὲ εἶναι ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τᾶν πόλεων
25 ἀμφοτερᾶν. ἐὰν δέ τι φαίνηται ὑμε<ῖ>ν προσθεῖναι
ἀφέλαι, εὐχαριστῶμες. vacat ἔρρωσθε.
Search Help
Contact Us