| A | [— — — — — — — — — — — — — — — — — — — — —] |
| 1 | [— — — — — — — — — — — — — — —]αε[— — — — — —] |
| [— — — — — — — — — — — — — — —]ανα[— — — — —] | |
| [— — — — — — — — — — — — —] δ̣ὲ̣ καὶ τὰ γρά[μματα] | |
| [τὰ τῶν παραγενομένων] ἀ̣εὶ ἐξ Ἀλλαρίας [τοὺς ἄρ]- | |
| 5 | [χοντ]ας̣ [ἐν τῶι δ]ημοσίωι μετὰ τοῦ γραμματ[έως]. |
| [ἐξ]αποστεῖλαι δὲ τοὺς ἄρχοντας τοὺς περὶ Ἄ̣[γα]- | |
| θ̣ιν τοῦδε τοῦ ψηφίσματος τὸ ἀντίγραφον σφραγι- | |
| σαμένους τεῖ δημοσίαι σφραγῖδι ὅπως παρακο- | |
| λουθῶσιν Ἀλλαριῶται τὰ ἐψηφισμένα περὶ τούτων. | |
| 10 | vacat |
| B.1 | Ἀλλαριωτᾶν οἱ κόσμοι καὶ ἁ πόλις Παρίων τᾶι βουλᾶι |
| καὶ τῶι δάμωι χαίρεμ. παραγενομένων τῶν πρεσβευ- | |
| τᾶν ποτ’ ἀμέ, Φάνιός τε καὶ Δόρκω, οὓς ἀπεστείλατε | |
| πρεσβεύσοντας περὶ τὠσύλω ποθ’ ἁμέ, καὶ ἀνανε- | |
| 5 | ωσαμένων αὐτῶν ἐν τᾶι πρεσβείαι κατὰ τὸ ψάφισμα |
| τὸ παρ’ ὑμῶν τάν τε φιλίαν καὶ τὰν εὔνοιαν τὰν ὑ- | |
| πάρχουσαν ταῖς πόλεσι ποτ’ ἀλλάλας διαφυλάτ- | |
| τεν, ἐπὶ κόσμων τῶν περὶ Φιλόνβροτον τὸν Εὐθυ- | |
| μάχω, ἀγαθᾶι τύχαι δεδόχθαι Ἀλλαριωτᾶν | |
| 10 | τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπαινέσαι μὲν τὸν |
| δᾶμον τῶν Παρίων διότι διαφυλάττει τὰν φιλίαν | |
| καὶ τὰν εὔνοιαν πρὸς τὰν πόλιν τὰν ἁμάν, κατὰ | |
| ταὐτὰ δὲ ὑπάρχειν καὶ Παρίοις τὰν φιλίαν καὶ τὰν εὔ- | |
| νοιαν παρὰ Ἀλλαριωτᾶν, ὅπως φαινώμεθα τὰ ὅμοι- | |
| 15 | α τοῖς προαιρουμένοις ἁμὲ<ς> συντελόντε<ς>. εἶμεν δὲ |
| Ἀλλαριώταις καὶ Παρίοις ἰσοπολιτείαν, μετέχω- | |
| σιν τῶι τε Ἀλλαριώται ἐμ Πάρωι καὶ θείνων καὶ ἀν- | |
| θρωπίνων, ὡσαύτως δὲ καὶ τῷ Παρίωι ἐν Ἀλλα- | |
| ρίαι μετέχωσι καὶ θείνων καὶ ἀνθρωπίνων. ἐὰν <δὲ> | |
| 20 | συνδοκεῖ ταῦτα τῶι δάμωι τῶι Παρίων, ἀναγρα- |
| ψάντων αἱ πόλεις ἀμφότεραι ἐς στάλαν λιθίναν | |
| καὶ ἀνθέντων Πάριοι μὲν ἐς τὸ ἱερὸν τᾶς Δάματρος, | |
| Ἀλλαριῶται δὲ ἐς τὸ ἱερὸν τῶ {ι} Ἀπόλλωνος. ταῦ- | |
| τα δὲ εἶναι ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τᾶν πόλεων | |
| 25 | ἀμφοτερᾶν. ἐὰν δέ τι φαίνηται ὑμε<ῖ>ν προσθεῖναι |
| ἢ ἀφέλαι, εὐχαριστῶμες. vacat ἔρρωσθε. |
IC II
i 2