[ ]
Crete, Ctr. — Rhaucos [Ion., Teos] — 201 BC — McC. Teos 15
1 | Ῥαυκίων. |
ἔδοξε Ῥαυκίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπειδὴ παραγε- | |
νόμενοι πρεσβευταὶ παρὰ τῶ δάμω {ι} τῶ Τηίων πορτὶ Ῥω- | |
κίονς Ἀπολλόδοτος Ἀστυάνακτος, Κωλώτας Ἑκατωνύμου | |
5 | ἐπελθ{ι}όντεν {²⁶ἐπελθόντεν}²⁶ ἐπὶ τὰν ἐκκλησίαν ἐνεφάνιξαν τάν τε |
οἰκειότατα τὰν ὑπάρχονσαν Ῥαυκίοις ποθ’ αὑτόνς | |
καὶ περὶ τᾶς ἀσυλίας τᾶς τε πόλεος καὶ τᾶς χώρας πα- | |
ρεκάλεσαν, ἔτι δὲ καὶ τῶ παρ’ Ἀντιόχω τῶ βασιλέος πρει- | |
γευτᾶ Ἀγησάνδρω παρακαλέσαντος μετὰ πάνσ{σ}α<ς> {²⁶πάνσας}²⁶ | |
10 | σπουδᾶ[ς] καὶ φιλοτιμία[ς], ὁμοίως δὲ καὶ τῶν παρ’ ἁμῶν |
πρεισγευτᾶν ἐμφανιξάντων τὰν ὑμ[ῶ]ν εὔνοι[άν τε κ]αὶ | |
προθυμίαν, δεδόχθαι Ῥαυκίων τοῖς [κόσμοι]ς [καὶ τᾶι] πό- | |
λει ἀποκρίνασθαι Τ[η]ίοι[ς] ὅτι ἅ τε καθ[ιάρωσι]ς [τῶι Δι]ονύ- | |
σωι τᾶς πόλεος καὶ τᾶς χώρας αὐτοῖς ἅ τε ἀσυλία καὶ | |
15 | τἄλλα ἔνδοξα καὶ τίμια παρ’ [ἁμῶν ὑπάρξει αὐτοῖς — —] |
νῦν τε καὶ τὸν ἄλλον χρόνον πάντα. |