[ ]
Crete, Ctr. — Priansos [Ion., Teos] — after ca. 170 BC — McC. Teos 23
1 | Πριανσίων. |
ἔδοξε Πριανσίων τοῖς κόσμοις καὶ τᾶι πόλει. | |
ἐπειδὴ Ἡρόδοτος Μ<η>νοδότου καὶ Μενεκλῆς Διονυ- | |
σίω ἐξαποσταλέντες πρεγγευταὶ πορτὶ ἁμὲ πα- | |
5 | ρὰ Τηίων οὐ μόνον ἀνεστρά[φεν] <πρ>επ<ό>ντω<ς> ἐν τᾶι |
πόλει καὶ [διελέγ]εν περὶ τᾶ[ς] ․․․․․․․το․․ας, ἀλλὰ | |
καὶ ἐπεδείξατο Μενεκλῆς μετὰ κιθάρας τά τε Τι- | |
μοθέου καὶ Πολυίδου καὶ τῶν ἁμῶν παλαιῶν ποιη- | |
τᾶν καλῶς καὶ πρεπόντως, εἰσ<ή>νεγκε δὲ κύκλον | |
10 | ἱστορημέναν ὑπὲρ Κρήτας κα[ὶ τ]ῶν ἐν [Κρή]ται γε- |
γονότων θεῶν τε καὶ ἡρώων, [ποι]ησάμενο[ς τ]ὰν | |
συναγωγὰν ἐκ πολλῶν ποιητᾶ[ν] καὶ ἱστοριαγρά- | |
φων· διὸ δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Τηίος ὅτι | |
πλεῖστον λόγον ποιῶνται περὶ παιδείας, ἐπαι- | |
15 | νέσαι δὲ καὶ Ἡρόδοτον καὶ Μενεκλῆν ὅτι καλὰν |
καὶ πρέπονσαν πεποίηνται τὰν παρεπιδημίαν | |
ἐν τᾶι πόλει ἁμῶν· διασαφῆσαί τε ταῦτα καὶ Τηί- | |
οις ὅ<π>ως ἐπιγινώσκωντι. | |
ἔρρωσθε. |