IC I xxiv 1*
[ ] Crete, Ctr. — Priansos [Ion., Teos] — after ca. 170 BC — McC. Teos 23
1                                    Πριανσίων.
ἔδοξε Πριανσίων τοῖς κόσμοις καὶ τᾶι πόλει.
ἐπειδὴ Ἡρόδοτος Μ<η>νοδότου καὶ Μενεκλῆς Διονυ-
σίω ἐξαποσταλέντες πρεγγευταὶ πορτὶ ἁμὲ πα-
5 ρὰ Τηίων οὐ μόνον ἀνεστρά[φεν] <πρ>επ<ό>ντω<ς> ἐν τᾶι
πόλει καὶ [διελέγ]εν περὶ τᾶ[ς] ․․․․․․․το․․ας, ἀλλὰ
καὶ ἐπεδείξατο Μενεκλῆς μετὰ κιθάρας τά τε Τι-
μοθέου καὶ Πολυίδου καὶ τῶν ἁμῶν παλαιῶν ποιη-
τᾶν καλῶς καὶ πρεπόντως, εἰσ<ή>νεγκε δὲ κύκλον
10 ἱστορημέναν ὑπὲρ Κρήτας κα[ὶ τ]ῶν ἐν [Κρή]ται γε-
γονότων θεῶν τε καὶ ἡρώων, [ποι]ησάμενο[ς τ]ὰν
συναγωγὰν ἐκ πολλῶν ποιητᾶ[ν] καὶ ἱστοριαγρά-
φων· διὸ δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Τηίος ὅτι
πλεῖστον λόγον ποιῶνται περὶ παιδείας, ἐπαι-
15 νέσαι δὲ καὶ Ἡρόδοτον καὶ Μενεκλῆν ὅτι καλὰν
καὶ πρέπονσαν πεποίηνται τὰν παρεπιδημίαν
ἐν τᾶι πόλει ἁμῶν· διασαφῆσαί τε ταῦτα καὶ Τηί-
οις ὅ<π>ως ἐπιγινώσκωντι.
                                                                 ἔρρωσθε.
Search Help
Contact Us