[ ]
Crete, Ctr. — Phaistos [Ion., Miletos] — after 260 BC — McC. Mil. 59
1 | Φαιστίων. |
τάδε συνέθεντο Φαίστιοι καὶ Μιλήσιοι κοσμιόν<των τῶν> σὺν Μητιόχω̣[ι] | |
ἐμ Φαιστῶι, ἐμ Μιλήτωι δὲ στεφανηφόρου Δημητρίου· σῶμ[α] | |
ἐλεύθερον μὴ ὠνείσθω ὁ Μιλήσιος Φαίστιον μηδ’ ὁ Φαίστιος Μιλ[ή]- | |
5 | σιον, ἂμ μὴ κελομένου πρίαται· ἂν δὲ κε<λ>ομένου πρίαται, τᾶς ἰσων[ί]- |
ας ἀπολυσάτω· ἂν δὲ μὴ κελομένου πρίαται, ἀπαγέσθω ὅ τε Φαίσ- | |
τιος ἐγ Μιλήτου καὶ ὁ Μιλήσιος ἐκ Φαιστοῦ· ἂν δέ τις δοῦλον πρία- | |
ται ὠνᾶι καὶ πράσει καὶ μὴ ἀνδραποδίξηται, ἀποδοὺς τὰν τιμὰν | |
ὁ ἐφαψάμενος, ὅσου ἐπρίατο, τῶι ἔχοντι, τὸ σῶμα ἀγαγέσθω. ἂν | |
10 | δέ τι ἀντιλέγωσιν περὶ ὁτινοσοῦν, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς |
τοῦ ἐμπορίου ἐπιμελητὰς πένθ’ ἁμερᾶν, ἐμ Φαιστῶι δὲ τὸ δικασ- | |
τήριον τὸ πολιτικὸν πένθ’ ἁμερᾶν. τὰς δὲ πράξεις εἶναι ἐμ Μιλή- | |
τωι μὲν κατὰ τὸν νόμον τῶν τοῦ ἐμπορίου ἐπιμελετῶν, ἐμ Φαισ- | |
τῶι δὲ τοὺς κόσμους πράξαντας ἀποδοῦναι τρόπωι ὧι ἂμ βού- | |
15 | λωνται ἐν ἁμέραις δέκα ἀφ’ ἇς κα καταδικασθῆι. ἀναγράψαι δὲ τὰς |
συνθήκας ἐμ Φαιστῶι μὲν εἰς τὸ πρυτανεῖον, ἐμ Μιλήτωι <δὲ> εἰς τὸ ἰερὸν τοῦ | |
Ἀπόλλωνος. κατὰ ταὐτὰ Ματάλιοι, Πολυρήνιοι. |