[ ] Crete, Ctr. — Olous — 2nd c. AD
1 Ἐνείπας Θαρσ-
υμάχου καὶ
Θαρσύμαχος
Ἐνείπαντος
5    χαίρετε.
δισσὰ ὑπὸ διψάδα βῶλον ἐκοίμι-
 σε σώματα φωτῶν |
Μοῖ<ρ’> ὀλοὴ θανάτου τοῖσδ’ ἐπι-
 νησαμένη, |
10 υἱὸν καὶ πατέρ’ ἐσθλόν· ὁ μὲν πέμ-
 πτην δεκάδ’ ἐλθὼν |
δύσβατον αἰφνιδίην ἀτραπὸν
 ἠνύσατο· |
Θαρ<σ>ύμαχος δὲ νεογνὰ γενειάσι
15  χρῶτα χνοΐζων |
ἄψαυστος λέκτρων νυμφιδίων
 κατέδυ, |
τόξα τε καὶ φιλιδρῶτα κυνηγεσί-
 αν ἀπερείσας |
20 ἦλθεν ὑπὸ στυγερὴν αὔλιδα Φερσε-
 φόνης. |
σῆμ<α> δὲ τοῖσδε σύναιμος ἐθήκατο
 καὶ γενέτειρα |
Στάρτα μνημοσύνης εἵνεκεν
25  ἀϊδίου. |
Search Help
Contact Us