[ ] Crete, Ctr. — Olous — beg. 2nd c. BC
[— — — — — — φι]-
1 λανθρώποις ποτ[ὶ]
τὰν πόλιν, μετα-
πέμπτου δὲ αὐτοῦ
γινομένου ἐς οἶκον
5 καὶ ὄντος περὶ τὸ ἀ-
ποτράχεν, ἐμπε-
πτωκότος ἁμῖν
καιροῦ σκληροῦ καὶ
χρειᾶν πολλᾶν καὶ
10 ἀναγκαιᾶν διὰ
τὰς φθορὰς τὰς
τῶν ἀνθρώπων
καὶ τὸν ἐμπεπτω-
κότα λοιμὸν, ἐ-
15 πείσαμες αὐτὸν
ἀξιώσαντες πα-
ραμεῖναι καὶ μὴ κα-
ταλιπὲν ἁμὲ ἐν
τῶι ἀναγκαιοτάτω[ι]
20 καιρῶι, πεισθέντο[ς]
δὲ αὐτοῦ καὶ πολ[ὺ ἔ]-
τι μᾶλλον ἐπιδόν-
τος αὑτὸν κατὰ
τὰν τέχναν καὶ σώ-
25 ζοντος τὸς ἐνο-
χλουμένους ὃς ἦς
δυνατὸν κατὰ τὰν
αὐτοῦ ἐπιμέλειαν·
ὅπως καὶ ἁ ἁμὰ πό-
30 λις εὐχάριστος
γίνηται τοῖς ἀγα-
θοῖς ἀνδράσι· ἐπαι-
νέσαι αὐτὸν καὶ
στεφανῶσαι χρυ-
35 σέωι στεφάνωι τῶ[ι]
ἐκ τοῦ νόμου ἀρετᾶς
ἕνεκεν καὶ εὐνοίας,
ἃν ἔχων διετέλεσ[ε]
ἐς τὰν ἁμὰν πόλιν·
40 ἦμεν δὲ αὐτὸν πρό-
ξενον καὶ εὐεργ[έ]-
ταν καὶ πολίταν, α[ὐ]-
τὸν καὶ γένος, με-
τέχοντας πάν-
45 των ὧν καὶ οἱ ἄλλο[ι]
μετέχοντι πρόξε-
νοι καὶ εὐεργέται
καὶ πολῖται· ὑπάρ-
χεν δὲ αὐτοῖς καὶ
50 ἀτέλειαν πάν-
των καὶ ἔσπλουν
καὶ ἔκπλουν καὶ πο-
λέμου καὶ εἰρήνας
ἀσυλεὶ καὶ ἀσπον-
55 δεὶ καὶ κατὰ γᾶν
καὶ κατὰ θάλασσα[ν]·
ἀναγράψαι δὲ τόδε
τὸ ψάφισμα ἐς τὸ
ἱερὸν τοῦ Ζηνὸς
60 τοῦ Ταλλαίου κα[ὶ]
ἐς τὸ τοῦ Ἀσκλα-
πιοῦ· ἀποστῆλαι δ[ὲ]
καὶ ἐς Κάσον τὸ
ψάφισμα καὶ ἀξι-
65 ῶσαι Κασίους δό-
μεν τόπον ἐν τῶ[ι]
ἱερῶι τοῦ Ἀπόλλω-
νος τοῦ Τεμενί-
τα ὅπως ἀναγρά-
70 ψαντες ἐστάλαν
λιθίναν θῶμες.
       vacat
Search Help
Contact Us