face A.1 | ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόν- |
των vac. Τύχωνος τῶ Πειθία vac., Διοτέλιος τῶ | |
Ἐλύρω vac., Φαλάκρω τῶ Σωμένιος, Διοφάντω <τῶ> Σω- | |
τοκύδιος vac., ἔδοξε τοῖς κόσμοις καὶ τᾶι πόλι ψαφι- | |
5 | ξαμένοις· ἐπειδὴ τᾶς γενομένας περιστάσιος πε- |
ρί τε τὰν πόλιν καὶ τὸ[ν] ἄ[λλον] δᾶμον τυ[γ]χάν[ο]ντι τὰ[ν] | |
πᾶσα[ν] πεποιημένοι σπουδάν, ἁμίων [α]ἰτησαμένων | |
δικαστάς, ἅ τε τῶν Κνωσίων πόλις καὶ ἁ τ[ῶ]ν Λυττίω[ν], | |
τῶν τε τὰν ἄνω πόλιν οἰκ[ι]όντων καὶ τῶν τὰν ἐπὶ θα- | |
10 | λάσσαι, ὁπᾶι τύχηι ἁ ὅλα κατάστασις τᾶς προσ[—]․τίας |
σωτηρίας, καὶ περὶ το[ύ]των ἀπέστηλαν ἁμεῖν δικαστά[ς], | |
Κνωσόθε[ν] μὲν Εὔ[μ]η[λο]ν ․․․․, ἐς δὲ τ[ᾶ]ς ἄνωθεν [π]ό- | |
λεως Λ<ά>των Στάσιος ἐς δὲ τᾶς ἐπὶ θαλάσσαι Ἀριστ[ί]- | |
αν Μόννα, ἄνδρας τὸς ἐδοκίμασαν ὑπάρχεν τᾶς τε ἰδί- | |
15 | ας πατρίδος ἀξίος καὶ τᾶ[ς] ἁ<μ>ᾶς, οἵτινες παραγενό- |
μενοι καὶ ἀναλαβόντες τὰ ὅλα τῶν πραγμάτων δι- | |
εφθαρμένα {ν}, τᾶν τε κτησίων καὶ τῶν ποτ’ ἀλλάλος | |
συναλλαγμάτων πάντων ἐν ταραχᾶι τε καὶ διχοστασί- | |
αι τᾶι μεγίσται κειμένων, διά τε τᾶς τῶν θεῶν [εὐ]- | |
20 | μενείας καὶ διὰ τᾶς τῶν ἀνδρῶν τούτων ἐπιφαν[εί]- |
ας κ<α>ὶ ἇς ἐποιήσαντο παρακλήσιος τυγχάν<ομ>ε̣[ν] | |
τὰ μὲν ἑκουσίως συλλε<λ>υμένοι τὰ δὲ διὰ τᾶς το[ύ]- | |
των προνοίας ἀνεκτη<μ>ένοι τᾶς τ<ε> ποτ’ ἀλλάλο[ς] ἔ- | |
χθρας διαλελυμένοι, δίκαιον δ’ ἐστὶν καὶ καλῶς | |
25 | ἔχον τάς τε ἀποστηλάνσας πόλεας καὶ τὸς ἐλθ[όν]- |
τας δικαστὰς ταῖς μεγίσταις τιμαῖς στεφανῶσ[αι], | |
δεδόχθαι ἀνγράψαι τάν τε τῶν Κνωσίων πό- | |
λιν καὶ τὰ[ν] τῶν Λυττίων σωτῆράς τε καὶ [β]ο[α]- | |
θὸς καὶ ὑπερμάχος τᾶς ἁμᾶς πόλεος διὰ τὸ ἔν | |
30 | τε τοῖ<ς> λοιποῖς πᾶσι προστατῆν εἰ̣[κότως?] |
καὶ διὰ τὸ τοιούτος ἄνδρας ἀποστ[ῆλαι, ἀνγρά]- | |
[ψα]ι δὲ καὶ τὸς προγεγρ[α]μ[μένος] ἄνδρας εὐερ- | |
[γέτ]ας τε κ[αὶ προξένος τᾶς πόλεος καὶ αὐτὸς] | |
[καὶ] τὸς τούτω[ν ἐκ]γόνος· ἦμεν τε α[ὐτοῖς πολι]- | |
35 | τείαν τε καὶ ἔνκτησιν καὶ θνατῶν [καὶ ἀθανά]- |
των ἐν τᾶι ἁμᾶι πόλι· καὶ ἐπεί κά τις α[ὐτῶν πα]- | |
ραγένηται ἐς τὰν ἁμὰν πόλιν ἦμεν [αὐτῶι] | |
σίτησιν ἐν πρυτανεί<ω>ι μετὰ τῶν κόσ[μων]· | |
ἄγεν δὲ καὶ εὐάμερον τὸς κόσμος τὸς [ἀεὶ κοσ]- | |
40 | μίοντας κατ’ ἐνιαυτὸν ἐν τᾶι ἕκται τῶ Βακ̣[ινθίω] |
μηνὸς καὶ δρόμον καὶ τ<ὰ>ς ἑταιρήας συ[νάγεν] | |
ὁπᾶι καὶ τοῖς ἐπιγινομένοις ὑπ[άρχηι] | |
ἔνγροφος ἅ τε τᾶν πόλεων καὶ [τῶν] | |
ἀνδρῶν το<ύ>των καλοκἀγ[αθ]ία, ὁ[μοίως] | |
45 | δὲ καὶ <ἁ> ἐξ ἁμίων γινομένα φιλά[νθρω]- |
πος ἀποδοχὰ ἐς τὸς ἁμὸς εὐε[ργέ]- | |
τας, καὶ πολλοὶ τούτων μιμηταὶ κ[αὶ ἐς] | |
τὸν ὕστερον χρόνον τᾶς καλοκἀγα[θίας] | |
ὑπάρχωσιν· στᾶσαι δὲ καὶ στάλ[αν] | |
50 | ἐν τῶι ἐπιφανεστάτωι τόπωι τ[ᾶς ἀ]- |
γορᾶς. | |
face B | [— — — — — — — — — — — — — — — — —] |
1 | ανταχρ[— — — — — — — — — — — — — —] |
․νον οὔτε [— — — — — — — — — — — —] | |
ω οὔτε αλλ[— — — — — — — — — — — —] | |
πολέμω τουτ[— — — — — — — — — — —] | |
5 | αἰ κατὰ πόλεμον ․․․αλλ[— —] πολε[— —] |
αγ․ κατὰ [— — — — —] κατὰ γᾶν [καὶ κατ]- | |
ὰ θάλασσαν κατὰ δύναμ[ιν — — — — — —] | |
[— — —]τ[— — — — — — — — — — — — —] |
IC I
xix 3