[ ]
Crete, Ctr. — Malla [Ion., Teos] — after ca. 170 BC — McC. Teos 22
1 | <Μ>αλλαίων. |
ἔδοξε <Μ>αλλαίων τοῖς κόσμοις καὶ τ[ᾶι πόλει. ἐπειδὴ Τήιοι φίλοι] | |
καὶ συγγενεῖς ὑπάρχοντες διὰ [πρ]ογ[όνων ψάφισμα καὶ πρεγ]- | |
γευτὰς ἀπέσταλκαν Ἡρόδοτον Μην[οδότω, Μενεκλῆν Διονυσίω], | |
5 | οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν [τό τε ψάφισμα ἀπέδωκαν] |
καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς ἐν [τῶι ψαφίσματι κατακε]- | |
χωρισμένοις, ὑπέρ τε τοῦ εἶναι ἱερὰν κα[ὶ ἄσυλον τὴν χώραν αὐτῶν, ὃ] | |
συνέστησαν διά τε τῶν χρησμῶ[ν τῶ Ἀπόλλωνος τῶ ἐν] | |
Δελφοῖς καὶ ἐν Διδύμοις, ὑπὲρ τε τ[ῶν ἄλλων τῶν συμφερόντων ἀμφοτέ]- | |
10 | ραις ταῖς πόλεσιν διελέγησαν μετὰ [πάσας σπουδᾶς καὶ φιλοτιμίας]. |
ἔδοξεν <Μ>αλλαίων τοῖς κόσμοις καὶ τᾶι πόλει ἀ[ποκρίνασθαι] | |
Τηίοις διότι καὶ ἐν τοῖς πρότερον χρόνοις δεδωκό[των τῶν προ]- | |
γόνων ἡμῶν τὴν ἀσυλίαν καὶ καθιέρωσιν εἰς στή[λην γράψαντες] | |
ἀναθήσομεν ἐς τὸ ἱερὸν τῶ Ζηνὸς τῶ Μοννιτίω, δ[ίδομεν δὲ αὐτοῖς] | |
15 | καὶ ἀτέλειαν καὶ ἰσοπολιτείαν. καὶ ἐάν τινες ἀδικ[ῶσι Τηίους ἢ τὴν] |
χώραν παραιρῶνται τὴν καθιερωμένην, [βοα]θήσ[ει ἁ πόλις ἁ] | |
<Μ>αλλαίων ὡς καὶ ὑπὲρ τῆς ἰδίας πατρίδος· ἔν [τε τοῖς λοιποῖς πει]- | |
ρασόμεθα αἰεί τινος ἀγαθοῦ παραίτιοι ε[ἶναι. ἐπαινοῦμεν δὲ καὶ] | |
τοὺς πρεσβευ[τὰς ἐπὶ] τῶι τη[— — — — — — — — — — — — — —] | |
20 | {²desunt versus quinque}² |