[ ] Crete, Ctr. — Lyttos — 249 BC
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — τ]ῶι πατρὶ βασιλεῖ Ἀντιόχωι δε[— — — — — — — — — —]
[κ]αὶ τὴν εὔνοιαν καὶ αἵρεσιν ἣν ἔχων διετέλε[ι] βασιλεὺ[ς Ἀντίο]-
χος πρός τε Λυττίους καὶ τοὺς συμμάχους αὐτῶν [ὡς Ἀπολ]-
λώνιος ἐνεφάνιζεν· δεδόχθαι Λυττίων τοῖς κόσμοις [καὶ]
5 [τῆ]ι πόλει καὶ τοῖς ἄλλοις συμμάχοις ἀνανεώσασθαι πρὸς [βασι]-
[λ]έα Ἀντίοχον τὸν Ἀντιόχου υἱὸν καὶ τοὺς ἐσγόνους αὐτοῦ [τὴν]
[πρ]οϋπάρχουσαν αὐτῶι τε καὶ τῶι πατρὶ φιλίαν καὶ συμμαχίαν [κατὰ]
[τ]ὸ ψήφισμα τὸ αὐτὸ ὃ καὶ τῶι πατρὶ καὶ {τα} τὰς στήλας <τὰς> προϋ[παρ]-
[χ]ούσας. ἀναγράψαι δὲ τὸ ψήφισμα τοῦτο ἐμ μὲν Λύττωι ἐν [τῶι ἱερῶι]
10 [τ]οῦ Ἀπόλλωνος τοῦ Ποιτίου, ἐν δὲ Σελευκείαι ἐν τῆι ἀγορᾶι. [ἡ δὲ ἀ]-
[να]νέωσις ἐγένετο τῆς φιλίας καὶ συμμαχίας βασιλεύον[τος]
[Ἀ]ντιόχου δευτέρου καὶ ἑξηκοστοῦ ἔτους, μηνὸς Ἀρτεμισί[ου, ἐν δὲ]
Λύττωι ἐπὶ Δυμάνων κοσμούντων <τῶν> σὺν Ἀμνάτωι.
                                              vacat
Search Help
Contact Us