[ ]
Crete, Ctr. — Lyttos — 249 BC
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — τ]ῶι πατρὶ βασιλεῖ Ἀντιόχωι δε[— — — — — — — — — —] |
| [κ]αὶ τὴν εὔνοιαν καὶ αἵρεσιν ἣν ἔχων διετέλε[ι] βασιλεὺ[ς Ἀντίο]- | |
| χος πρός τε Λυττίους καὶ τοὺς συμμάχους αὐτῶν [ὡς Ἀπολ]- | |
| λώνιος ἐνεφάνιζεν· δεδόχθαι Λυττίων τοῖς κόσμοις [καὶ] | |
| 5 | [τῆ]ι πόλει καὶ τοῖς ἄλλοις συμμάχοις ἀνανεώσασθαι πρὸς [βασι]- |
| [λ]έα Ἀντίοχον τὸν Ἀντιόχου υἱὸν καὶ τοὺς ἐσγόνους αὐτοῦ [τὴν] | |
| [πρ]οϋπάρχουσαν αὐτῶι τε καὶ τῶι πατρὶ φιλίαν καὶ συμμαχίαν [κατὰ] | |
| [τ]ὸ ψήφισμα τὸ αὐτὸ ὃ καὶ τῶι πατρὶ καὶ {τα} τὰς στήλας <τὰς> προϋ[παρ]- | |
| [χ]ούσας. ἀναγράψαι δὲ τὸ ψήφισμα τοῦτο ἐμ μὲν Λύττωι ἐν [τῶι ἱερῶι] | |
| 10 | [τ]οῦ Ἀπόλλωνος τοῦ Ποιτίου, ἐν δὲ Σελευκείαι ἐν τῆι ἀγορᾶι. [ἡ δὲ ἀ]- |
| [να]νέωσις ἐγένετο τῆς φιλίας καὶ συμμαχίας βασιλεύον[τος] | |
| [Ἀ]ντιόχου δευτέρου καὶ ἑξηκοστοῦ ἔτους, μηνὸς Ἀρτεμισί[ου, ἐν δὲ] | |
| Λύττωι ἐπὶ Δυμάνων κοσμούντων <τῶν> σὺν Ἀμνάτωι. | |
| vacat |