[ ]
Crete, Ctr. — Lebena — 1st c. BC
1 | πράτωι μὲν [Σώσωι] γενέται Ἀσκληπί’ ἔδειξας |
ὕδατος εὐσήμ[ω]ς εἰς ναὸν ἀτραπιτόν, | |
[φ]ανθεὶς μὲν καθ’ ὕπνον, πένψας δ’ ὕπαρ αὐτὸς ὁδαγὸ[ν] | |
θεῖον ὄφιν, πᾶσιν θαῦμα βροτοῖσι μέγα, | |
5 | τῶι Ἀριστωνύμω {ι} υἱῶι, ἐπεὶ κατὰ πάντα θεουδὴς |
νακόρος εἰς ναὸν σαῖς μόλ’ ἐφημοσύναις. | |
νῦν δὲ Σοάρχωι αὖθι φανεὶς κατὰ πᾶν κλυτῶι υἱῶι | |
ὡσαύτως ὅσιον νακόρον ἀγάγαο, | |
τεσσαρακοστῶι ἔτει τε καὶ ἑβδομάτωι ἵνα κράνας | |
10 | λειπούσας πλήσηι νάματι τὰς πατέρος. |
Παιάν, σοὶ δ’ εἴη κεχαρισμένα, καὶ δόμον αὔξοις | |
τοῦδε καὶ ὑψίσταν πατρίδα Γόρτυν ἀεί. |