[ ]
Crete, Ctr. — Lebena — 1st c. BC
1 | Ἀσκληπιῶ[ι] |
Πόπλιος Γράνιος [Ῥοῦφος] | |
κατ’ ἐπιταγήν. | |
ἐκ διετίας βήσσοντά με ἀδ[ιαλεί]- | |
5 | πτως, ὥστε σάρκας ἐνπύου[ς καὶ] |
ᾑμαγμένας δι’ ὅλης ἡμέρας ἀ[πο]- | |
βάλλειν, vac. ὁ θεὸς ἐπεδέξατο θερ[α]- | |
πεῦσαι. vacat | |
ἔδωκεν εὔζωμον νήστη τρώγειν, | |
10 | εἶτα πεπερᾶτον Ἰταλικὸν πείνειν, |
πάλιν ἄμυλον διὰ θερμοῦ ὕδατος, | |
εἶτα κονίαν ἀπὸ τῆς ἱερᾶς σποδοῦ | |
καὶ τοῦ ἱεροῦ ὕδατος, εἶτα ᾠὸν καὶ | |
ῥητείνην, πάλιν πίσσαν ὑγράν, | |
15 | εἶτα εἴρην μετὰ μέλιτος, εἶτα μῆλον |
Κυδώ[νιον κ]αὶ π̣ε̣π̣[λ]ίδα συνεψή- | |
[σαντα τὸ μὲν χύμα πεί]νειν τὸ δὲ μῆλον | |
[τρώγειν, εἶτα τρώγει]ν σῦκα μετὰ σπο- | |
[δοῦ ἱερᾶς τῆς ἐκ τοῦ] βωμοῦ ὅπου θύ- | |
20 | [ουσι τῷ θεῷ]. vacat |
[— — — — — — — —] ἀπὸ τῆς ἐν τῷ δε | |
[— — — — — — — —]ς πολὺ αἷμα ․[— —] | |
[— — — — — — — — —]οῦντα [ἱ]κέ[την — —] | |
[— — — — — — — — — — — — — — — — —] |