[ ] Crete, Ctr. — Lebena — 1st c. BC
1  Ἀσκληπιῶ[ι]
Πόπλιος Γράνιος [Ῥοῦφος]
  κατ’ ἐπιταγήν.
ἐκ διετίας βήσσοντά με ἀδ[ιαλεί]-
5 πτως, ὥστε σάρκας ἐνπύου[ς καὶ]
ᾑμαγμένας δι’ ὅλης ἡμέρας ἀ[πο]-
βάλλειν, vac. ὁ θεὸς ἐπεδέξατο θερ[α]-
πεῦσαι.          vacat
ἔδωκεν εὔζωμον νήστη τρώγειν,
10 εἶτα πεπερᾶτον Ἰταλικὸν πείνειν,
πάλιν ἄμυλον διὰ θερμοῦ ὕδατος,
εἶτα κονίαν ἀπὸ τῆς ἱερᾶς σποδοῦ
καὶ τοῦ ἱεροῦ ὕδατος, εἶτα ᾠὸν καὶ
ῥητείνην, πάλιν πίσσαν ὑγράν,
15 εἶτα εἴρην μετὰ μέλιτος, εἶτα μῆλον
Κυδώ[νιον κ]αὶ π̣ε̣π̣[λ]δα συνεψή-
[σαντα τὸ μὲν χύμα πεί]νειν τὸ δὲ μῆλον
[τρώγειν, εἶτα τρώγει]ν σῦκα μετὰ σπο-
[δοῦ ἱερᾶς τῆς ἐκ τοῦ] βωμοῦ ὅπου θύ-
20 [ουσι τῷ θεῷ].          vacat
[— — — — — — — —] ἀπὸ τῆς ἐν τῷ δε
[— — — — — — — —]ς πολὺ αἷμα ․[— —]
[— — — — — — — — —]οῦντα [ἱ]κέ[την — —]
[— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us