[ ]
Crete, Ctr. — Lato [Ion., Teos] — 201 BC — McC. Teos 14.5
1 | Λατίων τῶν πρὸς Καμάραι. |
ἔδοξεν Λατίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει- | |
δὴ Τήιοι συγγενεῖς καὶ φίλοι διὰ προγόνων ὑπάρ- | |
χοντες ψάφισμα καὶ πρειγευτὰν<ς> ἀπέσταλκαν Ἀ- | |
5 | πολλόδοτον καὶ Κωλώταν, οἱ δὲ ἐπελθόντες ἐπὶ τὸ |
κοινὸν τὸ Λατίων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐ- | |
τοὶ διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις τὰν | |
ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιού- | |
μενοι περί <τε> τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ- | |
10 | σωι τᾶς πόλιος καὶ τᾶς χώρας τᾶς Τηίων καὶ τὰν |
ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς | |
ἔνδοξα καὶ τίμια διὰ τὸν θεὸν ψαφισαμένος | |
καὶ αὐτὸς συναύξεν καὶ ἀεί τινος ἀγαθῶ πα- | |
ραιτίος γίνεσθαι τῶι δάμωι καὶ ὅτι ταῦτα πράξαν- | |
15 | τες ἀκόλουθα πραξίομεν τᾶι τε πορτὶ τὸν θεὸν |
εὐσεβείαι τᾶι μεγίσται καὶ χαρι<ξ>ιόμεθα τῶι δά- | |
μωι· περὶ δὲ τῶν αὐτῶν διαλεγέντος μετὰ πάσας | |
εὐνοίας καὶ προθυμίας καὶ <τῶ> παρὰ τῶ βασιλέος Φιλίπ- | |
πω πρειγευτᾶ Περδίκκα {ι}· ἀποκρίνασθαι τῶι δά- | |
20 | μωι τῶι Τηίων ὅτι πρότερον ἁ πόλις καὶ νῦν δ’ ἐ[μ]- |
πᾶσιν εὐχαριστεῖ, καὶ μεμναμένοι τὰν προϋπάρ- | |
χονσαν τᾶι πόλει συγγένειαν, τάν τε καθιέρω- | |
σιν τῶι Διονύσωι τάν τε πόλιν καὶ τὰν χώραν ἦμεν | |
ἱερὰν καὶ ἄσυλον, βωλόμενοι χαρίζεσθαι Περδίκ- | |
25 | και, δίδομεν δὲ καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑμῖν ἔνδο- |
ξα καὶ τίμια συνδιαφυλαξίομεν ἀπροφασίστως | |
ἐφ’ ὅσον κ’ ἴωμεν δυνατοί. καὶ εἴ τινές κα τῶν ὁρ- | |
μιομένων Λατόθεν ἀδικήσωντί τινα Τήιον | |
ἢ κοινᾶι ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀ- | |
30 | συλίας τᾶς <τε> πόλιος καὶ τᾶς χώρας ἐξέστω τῶι |
παργενομένωι Τηίων ἐπιλαβ<έσθαι> καὶ σω- | |
μάτων καὶ χρημάτων, εἴ τίς κα ἄγηι· οἱ δὲ κόσμοι | |
οἱ τόκα κοσμίοντες ἀναγκαζόντων ἀποδιδό- | |
μεν τὸς ἔχοντας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι· | |
35 | γράψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τᾶς Ἐλευθυίας. |