[ ] Crete, Ctr. — Lato — ca. 150-100 BC
1 ἀγαθᾶι τύχαι. τάδε [συ]νέ[θεν]το Λά[τιοι καὶ] Ὀλ[όντιοι κοσμιόντων ἐν μὲν Λατῶι τῶν σὺν Πυλέ]-
[ρ]ωι τῶ Ταλλαίω μηνὸ[ς Θιο]δαι[σί]ω τ̣ρ̣ι̣α̣κ̣[άδι, ἐν δὲ Ὀλόντι ἐπὶ τῶν σὺν Σωφρονίχωι τῶ]
Ἀρίστιος μηνὸς Ἐλουσ[ιν]ίω τρια[κά]δι. [φίλος καὶ συμμάχος ἀλλάλοις ὑπομενῆν ἁπλόως καὶ]
ἀδόλως ἐς τὸν πάν[τα χ]ρόνο[ν κ]αὶ τ[ὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῆν. καἴ τίς κ’ ἐμβάλληι]
5 ἐς τὰν τῶν Λατίων [χώραν ἢ ἀ]ποτ[άμνηται χώρας τᾶς Λατίων ἢ φρώρια ἢ νά]-
σος ἢ λ[ι]μ[έν]α[ς Λ]ατ[ίων καταλαμβά]νη[ται, βοαθησῆν τὸς Ὀλοντίος ἀπροφασίστως]
παντὶ σθένει καὶ κ[ατὰ τὸ δυνατὸν τοῖς Λατίοις πολεμίοντας ἀπὸ χώρας. ὡσαύτως]
δὲ καὶ εἴ τίς κα ἐς τὰν [τῶν Ὀλοντίων χώραν ἐμβάλληι ἢ ἀποτάμνηται χώρας τᾶς Ὀλοντίων ἢ φρώ]-
ρια ἢ νάσος καταλαμ[βάνηται ἢ λιμένας Ὀλοντίων, βοαθησῆν τὸς Λατίος ἀπροφασίστως]
10 παντὶ σθένει καὶ κατὰ [τὸ δυνατὸν τοῖς Ὀλοντίοις πολεμίοντας ἀπὸ χώρας. ἐξέ]-
στω δὲ τῶι βωλ[ο]μέ[νωι Λατίων ἐν Ὀλόντι πολιτεύεσθαι καὶ ἦμεν αὐτῶι γᾶς καὶ οἰκίας ἔγκτησιν]
μ̣ε̣τέχ̣ο̣ντ̣ι θίνων κ[αὶ ἀνθρωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Ὀλόντιοι μετέχοντι, κα]-
τὰ ταὐτὰ δὲ ἐξέστω [Ὀλοντίων τῶι βωλομένωι Λατοῖ πολιτεύεσθαι καὶ ἦμεν αὐτῶι ἔγκτησιν με]-
τέχοντι θίνων καὶ ἀ[ν]θρ[ωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Λάτιοι μετέχοντι]·
15 ἐξαγωγὰν δὲ <ἦ>μεν τῶι τε [Λ]ατίωι ἐ[ξ Ὀλόντος καὶ τῶι Ὀλοντίωι ἐγ Λατῶς, κατὰ γᾶ]-
ν μὲν ἀτελές, κατὰ θάλασσαν δὲ κατ[αβάλλονσι τὰ τέλια κατὰ τὸς ἑκατερῆ κειμένος νό]-
μ[ο]ς, ὀμόσανσι ἐς ἰδίαν χρήιαν ἐξάγεν. [αἰ δέ τι κοινᾶι στρατευόμενοι ἕλοιμεν τῶν]
πολεμίων, λανχάνεν ἑκατέρος κατὰ τὸς ἕ[ρ]π[οντα]ς ἄνδρα[ς. αἰ δέ κα πολεμίωντι ἑκατέ]-
ραι πόλεις ἀπὸ χώρας, μἠξ<έσ>τω μηδατέρωι [σπο]νδὰς ἄγε[ν μήτ’ εἰρήναν τίθεσθαι, αἴ κα μὴ]
20 κοινᾶι αἱ πόλεις βωλεύσωνται. ἐξορκιξάντων δὲ κα[τ’ ἐνιαυτὸν τὰς ἀγέλας ἐν ἑκατέραι τᾶι]
πόλει {ς}, ἐπεί κ’ ἐγδρ<ά>μωντι, οἱ κόσμοι ἐπ’ αὐτῶν κο[σ]μιόντ[ων, παριόντων ἐν μὲν Λατῶι Ὀ]-
λοντίων πρειγήιας, ἐν δὲ Ὀλόντι Λατίων πρειγήι[ας], καὶ τὰν συ[νθήκαν ἀναγινωσκόντων]
καὶ τὸν ὅρκον τελισκόντων ἐ<ν> μὲ[ν] Λατῶ̣ι ἐν τοῖς Θιοδασίοι[ς, ἐν δὲ Ὀλόντι ἐν τοῖς — —]
παραγγελλόντων δὲ οἵ τε Λάτιοι τοῖς Ὀλοντίοις καὶ οἱ Ὀλόν[τιοι τοῖς Λατίοις πρόπεμπτον(?) ἐ]-
25 πεί κα μέλλωντι ἀναγινώσ[κε]ν ἢ τὰς ἀγέλας ἐξορκίζεν. εἰ δέ [κα μὴ ἐξορκίξωντι οἱ Λάτιοι κόσμοι]
ἢ μ[ὴ] παραγγήλωντι ἐπὶ τὰ[ν] ἀνάγνωσιν τᾶς συνθήκας ἢ μὴ ἀν[αγνῶντι, ἀποτε]-
ισάν[τ]ων ὁ κόσμος ἕκα[στο]ς ἀργυρίω στατῆρας ἑκατὸν τοῖς Ὀ[λοντίοις. ὡσαύτως δὲ καὶ οἱ Ὀ]-
λόντιοι ε̣ἰ [μ]ὴ ἐξο[ρκίξα]ιεν τὰς ἀγέλας ἢ μὴ παρανγήλαι[εν ἢ μὴ ἀναγνοῖεν τὰν συνθή]-
καν καθὼ[ς] π[ρογέγρα]πται, ἀποτεισάντων οἱ κόσμοι ἀ̣ρ[γυρίω στατῆρας ἑκατὸν]
30 ἕκαστος [αὐτῶν τ]οῖς Λατίοις. καἴ κα κοσμίων [ἔλ]θηι Λάτιο[ς ἐς Ὀλόντα ἢ Ὀλόντιος]
ἐς Λατών, τ[ό τε ἡμά]τ̣ιον ἀφφανῶ ἐχέτω καὶ ἑρπέτω ἐς π̣[ρυτανήιον καθώς]
κα οἱ [κόσ]μ[ο]ι ἐς [ἑορ]τ̣ὰν ἢ̣ ποππὰν [ἕρ]πωντι. αἰ δὲ πλίονεν ἕ[ρποιεν Λάτιοι κόσμοι ἐς Βο]-
λόεν̣τ̣α̣ ἢ Ὀλόντιοι ἐ[ς Λατώ]ν, παρ’ ἅτερ[ο]ν ἥσ̣θ̣ω ὁπῆ ἄγχι διω[ρισ— — — — — — — — — —]
[․․․ πρ]εισ̣γήιας ἕρπ[ε]ν̣. [αἰ] δέ τί κα̣ ἕ̣ληται Λατίωι ἢ Βολοντί[ωι, ἐπιόντων οἱ πρείγιστοι]
35 [οἱ ἐ]πὶ τα[ῖ]ς Εὐνομίαις οἱ ἑκατερῆ ἐρευνίοντες καὶ ῥυθμίττον[τες — — — — — — — — — —]
π̣ρ̣ὸ̣ς̣ αὐσαυτὸς καὶ τἆλλ[α] πάντα χρήμενοι, καθώς κα ἐπεικ[ὲς ἦι — — — — — — — — — —]
[δὲ] κ̣αὶ τὰς ὁδὸς τὰς ξε̣[νι]κὰς θίνας. αἰ δέ τίς κά τινα ἀδικήσηι ἐν τα[ύταις ταῖς ὁδοῖς],
ἀ̣π̣οτεισάτω ἑξαπ[λόα τὰ π]ρόστι̣μα δίκαι νικαθές. ἦμεν δὲ καὶ ἐπιγα[μίας ἀλλάλοις. κύρι]-
ον δ’ ἦμεν τὸν Λά[τιον ἐν] Βολόε[ν]τι πορτὶ τὸν Βολόντιον καὶ τὸν Βολόντιον π[ορτὶ τὸν Λά]-
40 [τ]ιον ἐν Λατῶι καὶ [πωλίο]ντα δι[ὰ τ]χρηοφυλα[κ]ίω καὶ ὠνιόμενον καὶ δανί[ζοντα καὶ]
δανιζόμεν[ο]ν καὶ τἆλλ[α πάντα σ]υναλλ[άττ]οντα κατὰ τὸς τᾶς π[ό]λι[ος νόμος]
τὸς ἑκατερῆ κει[μ]ένο[ς. ἑρπόντων] δὲ καὶ [ἐς τὰ]ς ἑ[ορτ]ὰς οἱ μὲν Λάτιοι ἔς τ[ε τὰ Θιοδάσια κἠς]
τὰ Βριτομάρπεια, ὡ[σαύτως] δέ κ’ οἱ Βολόν[τιοι ἐς Λ]ατὼν ἔς τε τὰ Θιοδαίσια κ[ἠ]ς τὰ [— —]
καὶ θίασον ἀγόν[των ․․․․․․ κα?]ὶ δρομέας ἀπ̣[․․․․․․]όντων καὶ θυόντων [καὶ τἆλλα κατὸ νομι]-
45 ζόμενον. εἰ δέ <τ>ί κα δ[όξηι ταῖ]ς πόλεσι βωλουσ[αμέναις ἐ]ξε[λὲν ἢ ἐνγράψαι, [ὅτι μέν κ’ ἐξέλοιεν, μή]-
τε ἔνορκον μήτε ἔνθινον ἦμεν, ὅτι δέ κ’ ἐνγρά[ψα]ιεν, ἔνθινον κ[αὶ ἔνορκον ἦμεν. ἀνγρά]-
ψαι δὲ καὶ τὰν συνθήκαν ἐς στάλ[αν λ]ιθίναν καὶ ἀνθέμεν ἑκατέρος ἐν τᾶι π[όλι, οἱ μὲν Λάτιοι ἐν]
τῶι ἱαρῶι τᾶς Ἐλ[ε]υθ[υί]ας, οἱ δὲ Ὀλόντιοι ἐν [τῶ]ι Ζην[ὸ]ς τῶ Ταλλαίω. θέμεν δὲ κα[ὶ ἄλλας στάλας, τὰν]
μὲν Κνωσοῖ ἐν τῶι ἱα[ρῶι τ]ῶ Ἀπ[έλλωνος] τῶ Δελ[φ]ιδίω, τὰν δὲ Λυττοῖ [ἐν τῶι]
50 ἱαρῶι τᾶς Ἀθανα[ί]ας [— — — — — — — — — — — —]ων τῶν δραπετικῶ[ν σωμάτων].
ὅροι τᾶς Λατίων χώρας. ἀπὸ θα[λάσσας ἂμ ποταμ]ὸν τὸν Κυμαῖον ἇι ὕδ[ωρ ῥεῖ καὶ ἐπὶ τὸς Ε․․․ ἐπὶ]
τὰν Ἱππάγ[ρα]ν κἠς τὸν Βένκα[σον καὶ ἀπὸ τᾶς ἐπ]ιτολᾶς τῶ Βενκά[σ]ω [ἐκ τᾶς πέτρας περιαπ]-
πέτιξ ἐς τὰν ἄλλαν πέτρ[αν, ἇι ἁ ταινία παρα—]εχει, καὶ τουτῶ κατ[ὰ τᾶς κεφαλᾶς τᾶν ναπᾶν]
τᾶν ἐμ Μίτοις καὶ ἐς [— — — — — — — — — —]Ι̣ τῶ πάλαι Χερσώτα [— — — — — — — — — — —]-
55 ξακωνος αφ[— — — — — — — — — τὰν κεφ]αλὰ[ν] τᾶν ναπᾶν τᾶν ἐπ[άνω τῶ Ἑρμᾶ καὶ περιαππ]-
έτιξ ἐπ[ὶ] τὸ ἄν[τρον ․․․․․․․ καὶ ἐς τὰν ὁδ]ὸν τὰν διά[μ]αξον ἄγον̣σ̣[αν ἐς τὸν Θινόμαρον]
καὶ ἐς τὰν κε[φαλὰν ․․․․․] κάτω τῶ Γνά[φω] κ[αὶ το]υτῶ ἐς τὰν πέτρ[αν ἐς τὸν Παχύναμον]
ἐς τὰν σκοπὰ[ν καὶ τουτῶ] ἐπὶ τὸ ἐξέδριον τῶ Κατανῶ ἧ αἱ θῆκαί ἐν[τι καὶ ἐς τὰν κάτω ἁλικὰν]
καὶ ἐς τὰν ἄν[ω ὠίαν τὰς] πέτρας καὶ ἐς τὸν Βοίνωπα καὶ ἐς τὰν Ἱ[ππασίαν καὶ ἐς τὰν ὁδὸν]
60 τὰν ἄγον̣[σαν ἐπὶ Ἄκιμ]ον καὶ ἐς Ἰελκέτας ἐπὶ τ[ὸς] Κωρῆτα[ς καὶ ἂν Ἑλλῆν ἐς τὸ κοῖλον]
αἷ ὕδωρ ῥεῖ κ[ἠς τὰν Σωρ]άσαν κἠς τὰν ὁδὸν κἠπ’ Ἐλάφω λίμνα[ν κἠς τὰν Δηράδα κἠς τὸν Ἀ]-
χερδόεντα [κἠπ]ὶ Διὸ[ς ἄκρον κἠ]πὶ Δορείαν κἠς Κυρταί̣β̣αξον [κἠς τὸν Καταβαθμὸν καὶ πε]-
ριαππέτις ἐ[ς τ]ὸν Σπιν[όεντα κἠς τ]ὰν Συωνίαν κ[ἠς τὸν Ἄρακα κἠς Χαμβρίτρασον ἇι]
ὕδωρ ῥεῖ ἐ[ς τ][ς] Πρινο[έσσ]α[ς κἠς] τὰν Δαττ[άλλαν κἠς τὸν Περιστεριῶνα καὶ περιαππ]-
65 έτις ἇι αἱ [σ]τεφ[άναι κἠς τ][ν Δα]νάπαρξ[ον καὶ ἐς τὰν Αἴγυρον ἇι αἱ στεφάναι ἐς Παμφυρί]-
ασον κἠ[ς τ]ὰν ὁδὸν τ[ὰν δα]μοσίαν κἠς [τὸν Ἐπαθέντα κατὰ ῥάχιν ἐς Συδάφνας τὰς ἄνω]
[καὶ] κατὰ ποταμὸν [ἐς Κορδωΐ]λαν καὶ ἂν [ῥάχιν ἐς Λαγινάπυτον ἐπὶ τὸ ἄντρον κἠς Καλλιόρα]-
σον ἐπὶ τὸ ἄντρον κ[ἠς Με]ταλλάπ[υτον ἐπὶ τὸν ποταμὸν κἂν τὸν ῥόον ἐπὶ τὸ Στιώτιον καὶ]
τῶδε ἂν ῥάχιν ἐπὶ τ[ὸν Ἀ]κ̣άμαν[τα. ὅροι Λατίων πορτὶ Βολοντίος. ἀπὸ θαλάσσας ἐς Πλυμ]-
70 ῶν’ ἂρράχιν ἐπὶ τὸ ἀρ[χ]αῖον Ἀφρ[οδίσιον καὶ τουτῶ ΩΣΤΩΔΕΡΕΩΘΗΝΩ τῶ τεμένιος οἱ ὅροι οἱ]
ἐς τὸν βορέαν ἔχοντες κἠς [τὰν Αἱρεπὼ κἠς τὰν Πρυμνίτισσαν κἠπὶ τᾶς Καλολάκκας]
τ[ὰ]ν περίβασιν κἠς Ἀρχελάρ[χαν ἐς τὰν Δηράδα ἐπ’ ἀρτίων πρίνων κἠς τὸν Ἀκάμαντα].
ὅρκος Λατίων· ὀμνύω τὰν Ἱστία[ν καὶ τὸν Ζῆνα τὸν Κρηταγενία καὶ τὰν Ἥραν καὶ τὸν Ζῆ]-
να τὸν Ταλλαῖον καὶ τὸν Ποσειδᾶ[ν καὶ τὰν Ἀμφιτρίταν καὶ τὸν Ἀπέλλωνα τὸν Πύ]-
75 τιον καὶ Λατὼν κἄρτεμιν καὶ Ἄρ[εα καὶ τὰν Ἀφροδίταν καὶ τὰν Ἐλεύθυιαν καὶ τὰν Βριτό]-
μαρπιν καὶ Ἑρμᾶν καὶ Κωρῆτας καὶ Ν[ύμφας καὶ τὸς ἄλλος θιὸς πάντας καὶ πάσας· ἦ]
μὰν ἐγὼ τοῖς Ὀλοντίοις ἐμμε[νίω ἐν τᾶι φιλίαι καὶ συμμαχίαι καὶ ἰσοπολιτείαι]
καὶ τοῖς ὅρκοι[ς] ἐμμενίω κα[ὶ βοαθησίω ἁπλόως καὶ ἀδόλως καὶ κατὰ γᾶν καὶ κατὰ]
[θά]λασσαν, καἴ τίς κα πολε[μίων Ὀλοντίοις ἐφέρπηι ἐπὶ πόλιν ἢ ἐπὶ χώραν ἢ ἐπ’ ὠρεῖα ἢ]
80 [λι]μένας τὸς τῶν Ὀλοντίων, [καὶ οὐ προλειψίω οὔτε ἐν πολέμωι οὔτε ἐν εἰρήναι, ἀλλ’ ἐμ]-
[με]νίω ἐν τοῖς ὅρκοις τοῖς συ[γκειμένοις δίκας τε καὶ πράξεις διδόναι καθώς]
[κα] συνθιώμεθα. εὐορκίοντ[ι μὲν ἦμεν πολλὰ καὶ ἀγαθά, ἐπιορκίοντι δὲ τὰ]
[ἐν]αντία. ὅρκος Βολοεντί[ων ὁ αὐτός].
ἐπὶ κόσμων <Λατοῖ> μὲν τῶν σὺν Μαι-
85 ναίωι τῶ Χαιρνητάδα
μηνὸς Θερμολαίω δε-
κάται, ἐν δὲ Ὀλόντι ἐπὶ τῶν σὺν Κρατίνωι τῶ Ἀρι-
στωνύμω μηνὸς Ἡραίω δε-
κάται, ἔδοξε Λατίοις καὶ
90 Ὀλοντίοις κοινᾶι βωλευ-
σαμένοις προσθέμεν πρὸς τὰν φιλίαν καὶ συμ-
μαχίαν καὶ ἰσοπολιτείαν
καὶ πρὸς τἄλλα φιλάν-
θρωπα τὰ γεγονότα ταῖς
95 πόλεσι καὶ τὰ νῦν δόξαν-
τα προσγράψαι πρὸς τὰς
παρ’ αὐσαυτοῖς στάλας,
χρήσιμα ὄντα καὶ συμ-
φέροντα ὅπως μᾶλλον αὔ-
100 ξηται ἁ φιλία.
Search Help
Contact Us