[ ] Crete, Ctr. — Lato [Aeg.Isl., Delos] — ca. 120-115 BC — ID 1513
A.1 ἀγαθᾶι τύχαι. πρειγευσάντων Κνωσίων τᾶς πόλιος ἐπὶ τὰς πό-
λεις τάν τε τῶν Λατίων καὶ τῶν Ὀλοντίων καὶ παρκαλεσάν-
των δόμεν αὐτοῖς ἐξαρχίδιον τὰν ἐπιτροπὰν περὶ ὧν
καὶ πρὸ τῶ, ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βωλευσα-
5 μένοις, ἐπὶ κόσμων Κνωσοῖ μὲν τῶν σὺν Νενναίω<ι> τῶ
Μοψείω, μηνὸς Σπερμίω δευτέραι, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Διο-
κλεῖ τῶ Ἡρώιδα, μηνὸς Θιοδαισίω δευτέραι, ἐν δὲ Ὀλόντι
τῶν σὺν Μενοντίδαι τῶ Ἀκάσσονος, μηνὸς Ἐλευσυνίω
δευτέραι, δόμεν τὰν ἐπιτροπὰν Λατίος καὶ Ὀλοντίος
10 τᾶι τῶν Κνωσίων πόλι περὶ τῶν ἀμφιλλεγομένων αὐτοῖς
πόλι πορτὶ πόλιν πάντα περὶ πάντων, καὶ θέμεν στάλαν ἐ-
ν ἁμέραις τριάκοντα, Κνωσοῖ μὲν ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος
τῶ Δελφιδίω καὶ ἐν τῶι ἱαρῶι τῷ Δέραι, Λατοῖ δὲ ἐν τῶι τᾶς Ἐλευ-
θυίας, ἐν δὲ Ὀλόντι ἐν τῶι ἱαρῶι τῶ Ζηνὸς τῶ Ταλλαίω, ἄλλαν
15 δὲ κοινᾶι ἐν Δάλωι ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος. ὑπὲρ δὲ τοῦ-
δε τῶ τιθεμένω ἐνγρόφω ἐς Δᾶλον ἀποστηλάντων οἵ τε
Κνώσιοι καὶ οἱ Λάτιοι καὶ οἱ Ὀλόντιοι πορτὶ τὸν ἐπιμελη-
τὰν πρειγείαν καὶ γράμματα ἐν ἁμέραις τριάκοντα, ὥστε στᾶ-
[σα]ι στάλαν ἐς ἃν ἀναγραφησ[εῖ] τὰ δεδογμένα. καὶ ταῦτα ἔσ-
20 τω κύρια. κρινόντων δὲ οἱ Κνώσιοι ἐν ἑξαμήνωι ἄρχοντος
μηνὸς Καρωνίω τῶ ἐπὶ Νενναίω {ι}, ὡς δὲ Λάτιοι ἄγοντι μηνὸς
․αρ̣τιωβιαρίω, ὡς δὲ Ὀλόντιοι ἄγοντι μηνὸς Δελφινίω. καὶ κύ-
ριοι ἔντων οἱ Κνώσιοι ἀνγράφοντ[ε]ν τὸ γενόμενον κρίμα ἐμ μὲν
ταῖς ἐν Κρήτᾳ στάλαις ἐν ἁμέραις τριάκοντα, ἐς δὲ Δᾶλον ἐξα-
25 ποστηλάντων ἐν ταῖς αὐταῖς ἁμέραις· εἰ δέ κα παργένηται
ὁ πρειγευτὰς ὁ ἀπεσταλμένος [ὑ]πὸ τῶν Κνωσίων ἐς Δᾶλον,
κύριος ἔστω ἀγγράφων ἐς τὰν αὐτὰν στάλαν τὸ κρίμα. τὰ δὲ
κριθέντα καὶ ἀγγραφέντα ὑπὸ τῶν Κνωσίων βέβαια καὶ κύρια
ἦμεν ἐς τὸν πάντα χρόνον, καὶ μηκέτι ὑπολείπεσθαι αὐτοῖς
30 περὶ μηθενὸς ἔνκλημα μηθὲν παρευρέσει μηδεμιᾶι. δόντων δὲ
Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐγγρόφω ἑκάτεροι χέρα τᾶι τῶν Κνω-
σίων πόλι καὶ αὐτοσαυτοῖς. ἐγγύος δὲ καταστασάντων ἐν ἁμέ-
ραις εἴκοσι Κνωσίος διὰ τῶ Κνωσοῖ χρεωφυλακίω ὑπὲρ τούτω τῶ ἐγ-
γρόφω οἵ τε Λάτιοι καὶ οἱ Ὀλόντιοι τοῖς Κνωσίοις ἑκάτεροι ἀργυρίω Ἀ-
35 λεξανδρείων ταλάντων δέκα, [ἐ]φ’ [ὧ]ι ἐμμενίοντι ἐν τούτῳ τῷ ἐγγρόφῳ
καὶ ἐν τοῖς κριθένσι ὑπὸ τᾶς πόλε[ο]ς. ὁπότεροι δὲ μὴ ἐμμένοιεν, τὰν
πρᾶξιν ἦμεν ἐκ τῶν ἐγγύων, καὶ οἱ τῶν Κνωσίων κόσμοι πράξαν-
τες ἀποδόντων τοῖς ἐμμένον[σ]ι, καὶ πάντως ἔστω τὰ κριθέντα
κύρια. ἔντων δὲ οἱ ἔγγυοι μέστα κα ἡ κρίσις ἐπιτελεσθῆι καὶ ἀγγρα-
40 φῆι καθὼς προγέγραπται. εἰ δέ τί κα δόξῃ ὕστερον ταῖς πόλεσι Κνω-
σίοις καὶ Λατίοις καὶ Ὀλοντίοις ἢ πορτιγράψαι ἢ ἀφελέν, ταῦτα
ἔστω κύρια.  vacat
B.43 ἀγαθᾶι τύχαι. ἐπὶ Σαραπίωνος ἄρχοντος, μηνὸς Πυανοψι-
ῶνος. ὁ παραγενόμενος πρεσβευτὰς παρὰ τᾶς πόλεος
45 τᾶς Κνωσίων Ἀγησίπολις Ἀγαθάνδρω ποτανέγραψε
τὸ ὑποτεταγμένον ψάφισμα, συνευ{ε}δοκιόντων {²⁶συνευδοκιόντων}²⁶
καὶ τῶν παραγενομένων πρεσβευτᾶν, παρὰ μὲν τᾶς
Λατίων πόλεος Ἀρισστάνδρω τῶ Γλαυκία, παρὰ δὲ
τᾶς Ὀλοντίων πόλεος Ἰκαδίωνος τῶ Ἀρχικώμω, κατὰ τὰ ἀ-
50 ποδοθέντα ποτὶ τὸν ἐπιμελητὰν παρὰ τᾶν πόλεων γράμματα.
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βουλευσαμένοις, συν-
ευδοκησάντων καὶ Κνωσίων, ἀμβαλὲν ὑπερθεμένοις
κατὰ τὰν ἐπιτροπὰν τὸν προγραμμένον χρόνον ἐν τᾶι
στάλαι, τὸν ἐπὶ Νενναίω {ι} Κνωσοῖ κόσμω καὶ Διοκλεῖος Λα-
55 τίω καὶ Μενοντίδα Ὀλοντίω· ἐγγράψαι δὲ ὥστε κυρίος ἦμεν
κρίνοντας Κνωσίος ἐν μησὶν δεκαδύο, ἄρχοντος μηνὸς Νε-
κυσίω ἐπὶ Ἀγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ τῶν σὺν Κυ-
δάννωι τῶι Ἐνίπαντος μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ
τῶν σὺν Ἀντικλεῖ τῶ {ι} Εὐβώλω {ι} μηνὸς Ἀπελλαίω.
60 δόντων δὲ Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτε-
ροι χέρα τᾶι τῶν Κνωσίων πόλει καὶ αὐτοσαυτοῖς.
Search Help