[ ]
Crete, Ctr. — Lato [Ion., Teos] — 201 BC — McC. Teos 14
1 | Λατίων. |
ἔδοξε Λατίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπειδὴ | |
Τήιοι συγγενεῖς καὶ φίλοι διὰ προγόνων ὑπάρχον- | |
τες ψάφισμα καὶ πρειγευτὰνς ἀπέσταλκαν Ἀπολ- | |
5 | λόδοτον καὶ Κωλώταν, οἱ δὲ ἐπελθόντες ἐπὶ τὸ κοι- |
νὸν τὸ Λατίων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ | |
διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις, τὰν ἐκτε- | |
[νεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιούμενοι] περί τε | |
[τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύσωι τᾶς] πό- | |
10 | [λιος καὶ τᾶς χώρας τᾶς Τηίων καὶ τὰν ἀσυλίαν], ἔτι |
[δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τί]μι[α διὰ] | |
[τὸν θεὸν, κτἑ]. | |
{²desunt versus septem}² | |
18 | [ὅτι πρότερον ἁ πόλις καὶ νῦν δ’ ἐμ πᾶσιν] |
εὐχαριστεῖ, καὶ μεμναμένοι [τὰν πρ]οϋπάρχονσ[αν τᾶι] | |
20 | πόλει συγγένειαν, τάν τε καθιέρωσιν τῶι Διονύσωι τάν [τε] |
πόλιν καὶ τὰν χώραν ἦμεν ἱερὰν καὶ ἄσυλον, βωλόμε[νοι] | |
χαρίζεσθαι Περδίκκαι, δίδομεν, καὶ τὰ λοιπὰ τὰ ὑπάρχον- | |
τα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλαξίομεν ἀπρο- | |
φασίστως, ἐφ’ ὅσον κ’ ἴωμεν δυνατοί. καὶ εἴ τινές κα τῶν | |
25 | ὁρμιομένων Λατόθεν ἀδικήσωντί τινα Τήιον ἢ κοινᾶι |
ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας τᾶς τε | |
πόλεος καὶ τᾶς χώρας, ἐξέστω τῶι παραγενομένωι | |
Τηίων ἐπιλαβέσθαι καὶ σωμάτων καὶ χρημάτων, εἴ τίς | |
κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τόκ’ ἀεὶ κοσμίοντες ἀναγκαζόν- | |
30 | των ἀποδιδόμεν τὸς ἔχοντας, ἀζήμιοι ὄντες καὶ ἀν- |
υπόδικοι. ἀγγράψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τᾶς Ἐλευθυίας. |