[ ] Crete, Ctr. — Istron [Ion., Teos] — 201 BC — McC. Teos 11
1                  Ἰστρωνίων.
ἔδοξεν Ἰστρωνίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει-
δὴ Τήιοι φίλοι καὶ συγγενεῖς ὑπάρχοντες διὰ προ-
γόνων τᾶι πόλει ψάφισμα καὶ πρεσβευτὰς ἀπέ-
5 σταλκαν Ἀπολλόδοτον καὶ Κωλώταν, οἳ ἐπελθόν-
τες ἐπὶ τὸ κοινὸν τὸ Ἰστρωνίων τό τε ψάφισμα ἀπέ-
δωκαν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γε-
γραμμένοις, τὰν ἐκτενεστάταν σπουδὰν καὶ
φιλοτιμίαν ποιούμενοι περὶ τοῦ γενέσθαι τὰν κα-
10 θιέρωσιν τῶ<ι> Διονύσω<ι> τᾶς τε πόλιος καὶ τᾶς χώρας
τᾶς Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑπάρ-
χοντα αὐτοῖς ἔνδοξα καὶ τίμια διὰ τὸν θεὸν ψαφισα-
μένους καὶ αὐτοὺς συναύξειν καὶ ἀεί τινος ἀγαθοῦ
παραιτίους γίνεσθαι τῶι δάμωι, καὶ ὅτι ταῦτα ποιή-
15 σαντες ἀκόλουθα πραξίομεν τᾶι τε πορτὶ <τὸ> θεῖον
εὐσεβείαι καὶ τὰ μέγιστα χαριξιόμεθα τῶι δάμωι·
περὶ δὲ τῶν αὐτῶν διαλεγέντος μετὰ πάσης σπου-
δᾶς καὶ προθυμίας καὶ [τοῦ παρὰ] το<ῦ> βασιλέως Φι-
λίππου πρεσβευτᾶ {ι} Περδίκκα {ι}· ἀποκρίνασθαι τῶι
20 δάμωι τῶι Τηίων, ὅτι πρότερόν τε ἁ πόλις διακει-
μένα φι̣λικῶς καὶ εὐνόως ποτὶ τὸ πλᾶθος τὸ
Τηίων ἔν τε τοῖς ὑπεράνω χρόνοις οὐδενὸς
ἀπέστα τῶν συμφερόντων, καὶ νῦν δὲ καθό-
τι παρακαλεῖ ὁ δᾶμος ὁ Τηίων καὶ Περδίκκας ὁ
25 πολίτης αὐτῶν, προαιρούμενοι οὖν ἐμ πᾶσιν
εὐχαριστεῖν καὶ μεμναμένοι τᾶς προϋπαρχού-
σας ταῖς πόλεσι συγγενείας, τάν τε καθιέρω-
σιν τῶι Διονύσωι τᾶς τε πόλιος καὶ τᾶς χώρας
ὑμῶν, ἔτι δὲ ἱερὰν καὶ ἄσυλον εἶναι, βουλόμενοι
30 χαρίζεσθαι Περδίκκαι δίδομεν, καὶ τὰ λοιπὰ τὰ
ὑπάρχοντα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλα-
ξίομεν ἀπροφασίστως ἐφ’ ὅσον κ’ ἔωμεν δυνατοί.
εἰ δέ τινές κα τῶν ὁρμιομένων ἐξ Ἴστρωνος ἀδι-
κήσωντί τινα Τηίων ἢ κοινᾶι ἢ ἰδίαι παρὰ τὸ γραφὲν
35 δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς
Ἰστρωνίων, ἐξέστω τῶι παραγενομένωι Τηίων
ἐπιλαβέσθαι καὶ τῶν σωμάτων καὶ χρήματα, εἴ
τίς κα ἄγηι. οἱ δὲ κόσμοι οἱ τόκα ἀεὶ κοσμοῦντες ἐ-
παναγκαζόντων ἀποδιδόμεν τοὺς ἔχοντας
40 ἀζήμιοι ὄντες καὶ ἀνυπόδικοι. ἀναγράψαι δὲ καὶ
τὸ δόγμα εἰς τὸ ἱερὸν τὸ τᾶς Ἀθάνας τᾶς Πολι-
άδος τοὺς γραμματέας τᾶς πόλιος.
Search Help
Contact Us