[ ]
Crete, Ctr. — Knosos — 2nd c. BC
1 | Θαρσύμαχος Λεοντίω. |
οὐδὲ θανὼν ἀρετᾶς ὄνυμ’ ὤλεσας, ἀλλά σε φάμα | |
κυδαίνουσ’ ἀνάγει δώματος ἐξ Ἀΐδα, | |
Θαρσύμαχε· τρανὲς δὲ καὶ ὀψαγόνων τις ἀείσει | |
5 | μνωόμενος κείνας θού[ριδ]ος ἱπποσύνας, |
Ἐρταίων ὅτε μοῦνος ἐπ’ ἠ[νε]μόεντος Ἐλαίου | |
οὐλαμὸν ἱππείας ῥήξαο φοιλόπιδ<ο>ς, | |
ἄξια μὲν γενέταο Λεοντίου, ἄξια δ’ ἐσθλῶν | |
ἔργα μεγαυχήτων μηδόμενος προγόνων. | |
10 | τοὔνεκ[ά] σε φθιμένων καθ’ ὁμήγ<υ>ριν ὁ κλυτὸς Ἅδης |
ἷσε πολισσούχῳ σύνθρονον Ἰδομενεῖ. |