[ ] Crete, Ctr. — Knosos — 2nd c. BC
1  Θαρσύμαχος Λεοντίω.
οὐδὲ θανὼν ἀρετᾶς ὄνυμ’ ὤλεσας, ἀλλά σε φάμα
κυδαίνουσ’ ἀνάγει δώματος ἐξ Ἀΐδα,
Θαρσύμαχε· τρανὲς δὲ καὶ ὀψαγόνων τις ἀείσει
5 μνωόμενος κείνας θού[ριδ]ος ἱπποσύνας,
Ἐρταίων ὅτε μοῦνος ἐπ’ ἠ[νε]μόεντος Ἐλαίου
οὐλαμὸν ἱππείας ῥήξαο φοιλόπιδ<ο>ς,
ἄξια μὲν γενέταο Λεοντίου, ἄξια δ’ ἐσθλῶν
ἔργα μεγαυχήτων μηδόμενος προγόνων.
10 τοὔνεκ[ά] σε φθιμένων καθ’ ὁμήγ<υ>ριν ὁ κλυτὸς Ἅδης
ἷσε πολισσούχῳ σύνθρονον Ἰδομενεῖ.
Search Help
Contact Us