[ ]
Crete, Ctr. — Knosos — 2nd c. BC
| 1 | Θαρσύμαχος Λεοντίω. |
| οὐδὲ θανὼν ἀρετᾶς ὄνυμ’ ὤλεσας, ἀλλά σε φάμα | |
| κυδαίνουσ’ ἀνάγει δώματος ἐξ Ἀΐδα, | |
| Θαρσύμαχε· τρανὲς δὲ καὶ ὀψαγόνων τις ἀείσει | |
| 5 | μνωόμενος κείνας θού[ριδ]ος ἱπποσύνας, |
| Ἐρταίων ὅτε μοῦνος ἐπ’ ἠ[νε]μόεντος Ἐλαίου | |
| οὐλαμὸν ἱππείας ῥήξαο φοιλόπιδ<ο>ς, | |
| ἄξια μὲν γενέταο Λεοντίου, ἄξια δ’ ἐσθλῶν | |
| ἔργα μεγαυχήτων μηδόμενος προγόνων. | |
| 10 | τοὔνεκ[ά] σε φθιμένων καθ’ ὁμήγ<υ>ριν ὁ κλυτὸς Ἅδης |
| ἷσε πολισσούχῳ σύνθρονον Ἰδομενεῖ. |