[ ]
Crete, Ctr. — Knosos [Ion., Teos] — ca. 170 BC — McC. Teos 21.5
1 | Κνωσίων. |
ἔδοξε Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπει- | |
δὴ Ἡρόδοτος Μηνοδότω καὶ Μενεκλῆς Διονυσίω | |
ἀποσταλθέντες πρεγγευταὶ πὰρ Τηίων πορτὶ | |
5 | τὰς ἐν Κρήται πόλιας καὶ διατρίψαντεν τὸν πλεῖσ- |
τον χρόνον ἐν τᾶι ἁμᾶι πόλει, οὐ μόνον τὰν ἀπὸ τᾶς | |
ἀναστροφᾶς εὐταξίαν ἀπεδείξαντο, ἀλλὰ καὶ ἐπε- | |
δείξατο Μενεκλῆς μετὰ κιθάρας πλεονάκις τά τε | |
Τιμοθέω καὶ Πολυίδω καὶ τῶν ἁμῶν ἀρχαίων ποιη- | |
10 | τᾶν καλῶς καὶ ὡς προσῆκεν ἀνδρὶ πεπαιδευμέ- |
νωι· ὁπᾶι ὦν ἰσᾶντι Τήιοι ὅτι ἁ πόλις ἀποδέδεκται | |
τὸς τοιούτος τῶν ἀνδρῶν, δεδόχθαι ἐπαινέσαι | |
τάν τε τῶν Τηίων πόλιν ἐπὶ τῶι τοιούτος ἄνδρας | |
πέμψαι, ὁμοίως δὲ καὶ τὸς πρεγγευτάς, Ἡρόδοτον | |
15 | καὶ Μενεκλῆν, ὅτι καλῶς καὶ εὐτάκτως ἐνδεδα- |
μήκαντι. τὸς δὲ κόσμος δόμεν ἀντίγραφον τῶδε | |
τῶ ψαφίσματος, σφραγίξαντας τᾶι δαμοσίαι σφρα- | |
γῖδι, ἀποκομίσαι Ἡροδότωι καὶ Μενεκλεῖ πρὸς Τηίος | |
ἵν’ ἐπιγνῶντι καὶ αἰεί ποκα πρόνοιαν ποΐωνται τῶν | |
20 | τοιούτων ἀνδρῶν. |