[ ]
Crete, Ctr. — Knosos [Car., Magnesia Mai.] — end 3rd/2nd c. BC — McC. Magn. 116 & 36
[— — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — — — κρ]ίνοντεν ἀξίονς [— — —] |
[— — — — — — — — — — — — τῶ]ν παρ’ ἁμῖν τιμίων | |
[— — — — — — — — — — —] ἁμὶν διασαφησα[ν]- | |
[τ— — — —]ων· ὑπογεγ[ρ]άφαμεν δὲ τῶ ψαφίσμα- | |
5 | [τος τὸ ἀ]ντίγροφον· εὖ οὖν ποιήσετε ἀναγράψαν- |
[τες ἐς τ]ὰν στωιὰν καὶ ὑμέν· ἀνεγράψαμεν | |
γὰ[ρ κ]αὶ ἁμὲν ἐν στάλαι λιθίναι καὶ ἐθήκαμεν | |
ἐν τῶι ἱαρῶι τῶ Ἀπέλλωνος τῶ Δελφιδίω. ἔρρωσθε. | |
ἐπὶ τᾶς Ἀρχήιας κοσμιόντων τῶν σὺν Ζω- | |
10 | άρχωι ἔδοξεν Κνωσί[ω]ν [τ]οῖς κόσ[μοις] καὶ |
τᾶι πόλι· Θιογείτονα Σίμω, Ἰοφ[ῶντα Ἰο]- | |
φῶντος Μάγνητας ἀπὸ Μαιάνδρω π[ρο]ξένονς | |
ἦμεν καὶ εὐεργέτανς Κνωσίων αὐτὸνς καὶ ἐγγό- | |
νος καὶ μετέχεν θείων κἀνθρωπίνων ἐς τὸν | |
15 | πάντα χρόνον, ὧν καὶ αὐτοὶ Κνώσιοι μετέχοντι· |
ἦμεν δὲ καὶ ἔσπλουν κα[ὶ] ἔκπλουν καὶ πολέμω | |
καὶ εἰρήνας αὐτοῖς καὶ ἐγγόνοις καὶ χρήμασι | |
τοῖς τούτων ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ κατὰ γᾶν | |
καὶ κατὰ θάλασσαν. |