[ ] Crete, Ctr. — Knosos [Ion., Teos] — 201 BC — McC. Teos 11.5
                     [Κνωσίων].
[— — — — — — — — — — — — — — — — — — — —]
1 [τάν τε πόλιν καὶ τὰν χώραν ἦμεν ἱε]ρὰν καὶ ἄσυλον
[δίδομεν καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑ]μῖν ἔνδοξα καὶ
[τίμια συνδιαφυλαξίομεν ἀπροφασίστω]ς ἐφ’ ὅσον κ’ ἴωμεν
[δυνατοί. καὶ εἴ τινές κα τῶν ὁρμιομένω]ν Κνωσόθεν κεῖ-
5 [σε ἀδικήσωντί τινα Τηίων ἢ τῶν πα]ροίκων ἢ κοινᾶι
[ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀ]συλίας ὑπὸ τᾶς
[πόλεος τῶν Κνωσίων, ἐξέστω τῶι π]αραγενομένωι
[Τηίων ἢ τῶν παροικιόντων ἐπιλαβ]έσθαι καὶ τῶν σω-
[μάτων καὶ τῶν χρημάτων, αἴ τίς κα ἄγηι· οἱ δὲ] κόσμοι οἱ τόκ’ ἀεὶ
10 [κοσμίοντες τοῖς ἀδικημένοις ταῦτα ἀ]ποδιδόντες
[κύριοι ἔστων ἀζάμιοι ἰόντες καὶ] ἀνυπόδικοι. ἀγγρά-
[ψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τῶ] Ἀπέλλωνος τῶ {ι} Δελ-
[φιδίω τὸν γραμματέα τᾶς πόλ]εως. δοθῆμεν δὲ καὶ ξέ-
[νια τοῖς πρειγευταῖς τὰ ἐκ τ]ῶ νόμω. ἦμεν δὲ καὶ προ-
15 [ξένος τᾶς πόλεως Ἀπολλό]δοτον Ἀστυάνακτος καὶ Κω-
[λώταν Ἑκατωνύμω καὶ] αὐτὸς καὶ ἐγγόνος.
Search Help
Contact Us