[ ]
Crete, Ctr. — Knosos [Ion., Miletos] — after 260 BC — McC. Mil. 18
1 | τὰ συντεθέντα πρὸς τὰς πόλεις τὰς ἐγ Κρήτηι. Κνωσίων. |
ἔδοξε Κνωσίων τῶι κόσμωι καὶ τᾶι πόλει· ὑπὲρ ὧν οἱ | |
Μιλήσιοι τοὺς πρεσβευτὰς ἀπέστηλαν Ἀλκμεωνίδην | |
καὶ Εὐαγόραν, ἀποκρίνασθαι τοῖς πρεσβευταῖς ὅτι καὶ | |
5 | πρότερον ἡμεῖς παραγενομένων τῶν παρ’ ὑμῶν |
πρεσβευτᾶν ἐποιησάμεθα τὰς ὁμολογίας, καθότι | |
Μιλήσιοι ἠξίωσαν, καὶ ἐθέμεθα εἰς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος· ἐμπρησθέντος δὲ τοῦ ναοῦ καλῶς | |
ἐποιήσατε ἀποστείλαντες τὰν πρεσβήιαν, ὅπως | |
10 | ἀναγραφῆι ταὐτὰ καὶ παρ’ ὑμῖν ΑΜΕΜΜΕΝΩΝ καὶ |
μὴ ἀναγραφείσης τῆς ὁμολογίας· ὑπολαμβάνο- | |
μεν γὰρ ὑμῖν πάντα τὰ φιλάνθρωπα γίνεσθαι πα- | |
ρ’ ἡμῶν καὶ διαφυλάξομεν τὰμ φιλίαν καὶ τὰν εὔ- | |
νοιαν τὰν ὑπάρχουσαν ἐκ τῶν πρότερον χρό- | |
15 | νων πρὸς ἀλλήλους καθάπερ δίκαιόν ἐστιν. |
ὅπως δὲ καὶ οἱ λοιποὶ Κρηταιέων προθυμότερον | |
ὑμῖν συγγράφωνται καὶ αὐτοί, ὑπολαμβάνομεν | |
δεῖν συγγράψασθαι καθότι ὑμεῖς ἀξιώσατε· μὴ | |
ὠνείσθω ὁ Κνώσιος τὸμ Μιλήσιον μηδὲ ὁ Μιλήσιος | |
20 | τὸν Κνώσιον εἰδὼς ἐλεύθερον ὄντα. ὃς ἂν δὲ ἀγο- |
ράσηι εἰδὼς, στερέσθω τῆς τιμῆς καὶ τὸ σῶμα ἐ- | |
λεύθερον ἔστω. ἐὰν δὲ μὴ εἰδὼς ἀγοράσῃ, ἀπο- | |
δοὺς τὸ σῶμα τὴν τιμὴν κομισάσθω, ὅσου ἠγόρακεν̣. | |
ἐὰν δέ τις δοῦλον ἀγοράσηι, τὴν τιμὴν κομισάμε- | |
25 | νος, ὅσου ἠγόρακεν, ἀποδότω τὸ σῶμα. ἐὰν δὲ μὴ |
ἀποδιδῶι, ἀγόντωσαν ἐμ μὲν Κνωσῶι ἐπὶ τοὺς | |
κόσμους, ἐμ Μιλήτωι δὲ ἐπὶ τοὺς πρυτάνεις· οἱ δὲ | |
ἄρχοντες οἱ ἑκατέρωθι̣ ἐ̣παναγκαζόντωσαν ἀπο- | |
δοῦναι τὸ σῶμα τῶι ἐφαψαμένωι κατὰ τὰς ὁμολογίας̣. | |
30 | ἐὰν δέ τι ἀντιλέγωσιν περ̣ὶ̣ ὅ̣τινός κα, κρίνειν ἐγ Κνωσῶ[ι] |
μὲν κόσμον καὶ βουλάν, ἐμ Μιλήτωι δὲ τοὺς τοῦ ἐμπορ[ί]- | |
ου ἐπιμελητὰς πέντε ἁμέραις, ἀφ’ ἇς κα κατασταθῶ- | |
σιν ἐπὶ τὸ ἀρχεῖον. τῶν δὲ δικασθέντων τὰς πράξεις ε[ἶ]- | |
ναι ἐγ Κν<ω>σῶι μὲν κατὰ τὸν νόμον τὸν προξενικόν, ἐμ Μι- | |
35 | λήτωι δὲ κατὰ τὸν νόμον τὸν ἐμπορ̣ι̣κ̣όν. κατὰ τὰ αὐτὰ |
Τυλίσιοι, Ῥαύκιοι, Χερσονήσιοι, Μιλάτιοι, Ἐλ{ευ}τυνιεῖς {²⁶Ἐλτυνιεῖς}²⁶, | |
<Ἡ>ρακλεῶται, Πριάνσιοι, Ἀπολλωνιᾶται, Πετραῖοι, Ἰτάνιο[ι], | |
Πραίσιοι, Ἰστρώνιοι, Ὀλ<ο>ύντιοι, Δρήριοι, Λάτιοι, Ἐλευθερναῖοι, | |
Ἄξιοι, Κυδωνιᾶται, Φαλασάρνιοι. |