[ ]
Crete, Ctr. — Knosos [Pel., Argos] — mid-5th c. BC — Meiggs--Lewis 42,B
frg. a | [— — — — — — — — — — — — — — — — — — — — — —] |
1 | [— — — — — — — — — — — — — — —]νεσε․․․․․․․․․ |
[— — — — — — — — — — — — — —]ατον χο․․․․․να․․ | |
[το͂ι Τυλισίοˉι ἀδεο͂ς ἐξε͂μ]εν ξύλλεσθαι πλὰ[ν] τ- | |
[ὰ μέρεˉ τὰ Κνοˉσίοˉν συν]τέλλοντα ἐνς πόλιν. ℎότ[ι] | |
5 | [δέ κα ἐκ δυσμεν]έοˉν ℎέλοˉμες συνανφότεροι, δα[σ]- |
[μο͂ι το͂ν κὰτ] γᾶν τὸ τρίτον μέρος ἔχεν πάντοˉν, τ[ο͂]- | |
[ν δὲ κὰτ] θάλασαν τὰ ℎέˉμισα ἔχεν πάντοˉν. τὰν δὲ [δ]- | |
[εκ]άταν τὸνς Κνοˉσίονς ἔχεν, ℎότι χ’ ἕλομες κοι[ν]- | |
[ᾶ]ι. το͂ν δὲ φαλύροˉν τὰ μὲν καλλ<ι>στεῖα Πυθο͂δε ἀπ[ά]- | |
10 | γεν κοινᾶι ἀμφοτέρονς, τὰ δ’ ἄλλα το͂ι Ἄ[ρει Κν]οˉ[σ]- |
οῖ ἀντιθέμεν κοινᾶι ἀμφοτέρονς. ἐξ[αγοˉγὰν δ’ ἐ͂]- | |
μεν Κνοˉσόθεν ἐνς Τύλισον κἐˉκ Τυλί[σοˉ Κνοˉσόνδ]- | |
ε· α[ἰ] δὲ πέρανδε ἐξάγοι, τελίτοˉ ℎόσσα[περ οἱ Κν]- | |
όˉσιοι· τὰ δ’ ἐκ Τυλίσοˉ ἐξαγέσθοˉ ℎοπυ[ῖ κα λοίεˉ. το͂]- | |
15 | ι Ποσειδᾶνι το͂ι ἐν Ἰυτο͂ι τὸν Κνοˉσίοˉ[ν ἰαρέα θύ]- |
εν. τᾶι ℎέˉραι ἐν Ἑˉραίοˉι θύεν βο͂ν θέˉλει[αν ἀμφοτ]- | |
έρον[ς κ]οινᾶι, θύεν δὲ πρὸ Ϝακινθ[ίοˉν ․․․․․․․․] | |
․κο․․․κ̣[— — — — — — — — — — — — — — — —] | |
{²inter a et b duo versus desunt.}² | |
frg. b.1 | ․․․․․․․․․․․․․․ανον το․․․․․․․․․․․․․․ πρ[α]- |
τομεˉνίαν ἄγεν κατὰ ταὐτ[ὰ ․․․․․․․․․․․]․ο ἀμ[φ]- | |
οτέροˉν. χρέˉματα δὲ μὲˉ ’νπιπασκέσθοˉ ℎο Κνόˉσιο[ς] | |
ἐν Τυλίσοˉι, ℎο δὲ Τυλίσιος ἐν Κνοˉσο͂ι ℎο χρέˉιζ[οˉ]- | |
5 | ν. μεˉδὲ χόˉρας ἀποτάμνεσθαι μεˉδατέρονς μεˉδ’ ἅ[π]- |
ανσαν ἀφαιρῖσθαι. ὀ͂ροι τᾶς γᾶς· ℎυο͂ν ὄρος καὶ Α- | |
ἰετοὶ κἀρταμίτιον καὶ τὸ το͂ Ἀρχο͂ τέμενος κα[ὶ] | |
ℎο ποταμὸς κἐˉλ Λευκόπορον κἀγάθοια, ℎᾶι ℎύδοˉ- | |
ρ ῥεῖ τὄμβριον, καὶ Λᾶος. ℎῖ κα το͂ι Μαχανεῖ θύοˉμ- | |
10 | ες τὸνς ϝεξέˉκοντα τελέονς ὄϝινς, καὶ τᾶι ℎ<έˉ>ραι |
τὸ σκέλος ϝεκάστοˉ διδόμεν το͂ θύματος. αἰ δὲ συ- | |
μπλέονες πόλιες ἐκ πολεμίων ἕλοιεν χρήματα | |
ℎοπᾶι συνγνοῖεν ℎοι Κνόˉσιοι καὶ τοὶ Ἀργεῖοι | |
ℎούτοˉ ἐ͂μεν. το͂ι Ἄρει καὶ τἀφροδίται τὸν Κνόˉσι- | |
15 | ον ἰαρέα θύεν, φέρεν δὲ τὸ σκέλος ϝεκάστοˉ. τὸν Ἀ- |
ρχὸν τὸ τέμενος ἔχεν τὀˉν Ἀχάρναι. τοῖς θύονσι | |
ξέˉνια παρέχεν τὸνς Κνοˉσίονς, τὸνς δ’ Ἀργείονς | |
το͂ι χορο͂ι ἐν Τυλίσοˉι. αἴ κα καλε͂ι ℎο Κνόˉσιος πρ- | |
εσγέαν, ℎέπεσθαι ℎοπυῖ κα δέεˉται· καἴ χὀˉ Τυλίσ- | |
20 | ιος τὸν Κνόˉσιον κατὰ ταὐτά. αἰ δὲ μὲˉ δοῖεν ξένι- |
α, βοˉλὰ ἐπαγέτοˉ ῥύτιον δέκα στατέˉροˉν αὐτίκα ἐ- | |
πὶ κόσμος, κἐˉν Τυλίσοˉι κατὰ ταὐτὰ ℎο Κνόˉσιος. | |
ℎα στάλα ἔσστα ἐπὶ Μελάντα βασιλέος. ἀϝρέˉτευ- | |
ε Λυκοˉτάδας ℎυλλεύς. ἀλιαίαι ἔδοξε τᾶι το͂ν | |
25 | ἰαρο͂ν. ἀ(ϝρέˉτευε) βοˉλᾶς Ἀρχίστρατος Λυκοφρονίδας. |
τοὶ Τυλίσιοι ποὶ τὰν στάλαν ποιγραψάνσθοˉ τάδε· | |
αἴ τις ἀφικνοῖτο Τυλισίοˉν ἐνς Ἄργος, κατὰ ταὐτά | |
σφιν ἔστοˉ ℎᾶιπερ Κνοˉσίοις. |