[ ] Crete, Ctr. — Knosos [Pel., Argos] — mid-5th c. BC — Meiggs--Lewis 42,B
frg. a [— — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — — — — —]νεσε․․․․․․․․․
[— — — — — — — — — — — — — —]ατον χο․․․․․να․․
[το͂ι Τυλισίοˉι ἀδεο͂ς ἐξε͂μ]εν ξύλλεσθαι πλὰ[ν] τ-
[ὰ μέρεˉ τὰ Κνοˉσίοˉν συν]τέλλοντα ἐνς πόλιν. ℎότ[ι]
5 [δέ κα ἐκ δυσμεν]έοˉν ℎέλοˉμες συνανφότεροι, δα[σ]-
[μο͂ι το͂ν κὰτ] γᾶν τὸ τρίτον μέρος ἔχεν πάντοˉν, τ[ο͂]-
[ν δὲ κὰτ] θάλασαν τὰ ℎέˉμισα ἔχεν πάντοˉν. τὰν δὲ [δ]-
[εκ]άταν τὸνς Κνοˉσίονς ἔχεν, ℎότι χ’ ἕλομες κοι[ν]-
[ᾶ]ι. το͂ν δὲ φαλύροˉν τὰ μὲν καλλ<ι>στεῖα Πυθο͂δε ἀπ[ά]-
10 γεν κοινᾶι ἀμφοτέρονς, τὰ δ’ ἄλλα το͂ι Ἄ[ρει Κν]οˉ[σ]-
οῖ ἀντιθέμεν κοινᾶι ἀμφοτέρονς. ἐξ[αγοˉγὰν δ’ ἐ͂]-
μεν Κνοˉσόθεν ἐνς Τύλισον κἐˉκ Τυλί[σοˉ Κνοˉσόνδ]-
ε· α[ἰ] δὲ πέρανδε ἐξάγοι, τελίτοˉ ℎόσσα[περ οἱ Κν]-
όˉσιοι· τὰ δ’ ἐκ Τυλίσοˉ ἐξαγέσθοˉ ℎοπυ[ῖ κα λοίεˉ. το͂]-
15 ι Ποσειδᾶνι το͂ι ἐν Ἰυτο͂ι τὸν Κνοˉσίοˉ[ν ἰαρέα θύ]-
εν. τᾶι ℎέˉραι ἐν Ἑˉραίοˉι θύεν βο͂ν θέˉλει[αν ἀμφοτ]-
έρον[ς κ]οινᾶι, θύεν δὲ πρὸ Ϝακινθ[ίοˉν ․․․․․․․․]
․κο․․․κ̣[— — — — — — — — — — — — — — — —]
        {²inter a et b duo versus desunt.
frg. b.1 ․․․․․․․․․․․․․․ανον το․․․․․․․․․․․․․․ πρ[α]-
τομεˉνίαν ἄγεν κατὰ ταὐτ[ὰ ․․․․․․․․․․․]․ο ἀμ[φ]-
οτέροˉν. χρέˉματα δὲ μὲˉ ’νπιπασκέσθοˉ ℎο Κνόˉσιο[ς]
ἐν Τυλίσοˉι, ℎο δὲ Τυλίσιος ἐν Κνοˉσο͂ι ℎο χρέˉιζ[οˉ]-
5 ν. μεˉδὲ χόˉρας ἀποτάμνεσθαι μεˉδατέρονς μεˉδ’ ἅ[π]-
ανσαν ἀφαιρῖσθαι. ὀ͂ροι τᾶς γᾶς· ℎυο͂ν ὄρος καὶ Α-
ἰετοὶ κἀρταμίτιον καὶ τὸ το͂ Ἀρχο͂ τέμενος κα[ὶ]
ℎο ποταμὸς κἐˉλ Λευκόπορον κἀγάθοια, ℎᾶι ℎύδοˉ-
ρ ῥεῖ τὄμβριον, καὶ Λᾶος. ℎῖ κα το͂ι Μαχανεῖ θύοˉμ-
10 ες τὸνς ϝεξέˉκοντα τελέονς ὄϝινς, καὶ τᾶι ℎ<έˉ>ραι
τὸ σκέλος ϝεκάστοˉ διδόμεν το͂ θύματος. αἰ δὲ συ-
μπλέονες πόλιες ἐκ πολεμίων ἕλοιεν χρήματα
ℎοπᾶι συνγνοῖεν ℎοι Κνόˉσιοι καὶ τοὶ Ἀργεῖοι
ℎούτοˉ ἐ͂μεν. το͂ι Ἄρει καὶ τἀφροδίται τὸν Κνόˉσι-
15 ον ἰαρέα θύεν, φέρεν δὲ τὸ σκέλος ϝεκάστοˉ. τὸν Ἀ-
ρχὸν τὸ τέμενος ἔχεν τὀˉν Ἀχάρναι. τοῖς θύονσι
ξέˉνια παρέχεν τὸνς Κνοˉσίονς, τὸνς δ’ Ἀργείονς
το͂ι χορο͂ι ἐν Τυλίσοˉι. αἴ κα καλε͂ι ℎο Κνόˉσιος πρ-
εσγέαν, ℎέπεσθαι ℎοπυῖ κα δέεˉται· καἴ χὀˉ Τυλίσ-
20 ιος τὸν Κνόˉσιον κατὰ ταὐτά. αἰ δὲ μὲˉ δοῖεν ξένι-
α, βοˉλὰ ἐπαγέτοˉ ῥύτιον δέκα στατέˉροˉν αὐτίκα ἐ-
πὶ κόσμος, κἐˉν Τυλίσοˉι κατὰ ταὐτὰ ℎο Κνόˉσιος.
*JA STA/LA E)/SSTA E)PI\ *MELA/NTA BASILE/OS. A)VRE/%26TEU-
ε Λυκοˉτάδας ℎυλλεύς. ἀλιαίαι ἔδοξε τᾶι το͂ν
25 ἰαρο͂ν. ἀ(ϝρέˉτευε) βοˉλᾶς Ἀρχίστρατος Λυκοφρονίδας.
τοὶ Τυλίσιοι ποὶ τὰν στάλαν ποιγραψάνσθοˉ τάδε·
αἴ τις ἀφικνοῖτο Τυλισίοˉν ἐνς Ἄργος, κατὰ ταὐτά
σφιν ἔστοˉ ℎᾶιπερ Κνοˉσίοις.
Search Help
Contact Us