[ ] Crete, Ctr. — Biannos [Ion., Teos] — 201 BC — McC. Teos 8
                   [Βιαννίων]
            {²desunt complures versus
[— — — καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑμῖν ἔν]-
1 δοξα καὶ τίμια, καὶ διαφ[υ]λάξομεν ἀ[προ]-
[φ]ασ[ί]στως ἐφ’ ὅσο[ν] κα [ἴ]ωμεν δυνατοί· καὶ εἴ τι-
νες ἐγκαθορμιζόμενοι Βιαννόθεν ἀδική[σων]-
τί [τι]να Τηίων ἢ κοινῆ<ι> ἢ ἰδίαι παρὰ τὸ γραφὲν δό-
5 γμα τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς Βιαννί-
ων, ἐξέστω τ[ῶι] παραγενομέν[ω]ι [Τ]ηί[ων] ἐπι-
λαβέσθαι καὶ σ[ω]μάτων καὶ χρήματ[α, εἴ τί]ς κα
ἄγηι· οἱ δὲ κόσμοι οἱ τοκ’ ἀεὶ κοσμίοντες ἐ{υ}παναγ-
καζόντων {²⁶ἐπαναγκαζόντων}²⁶ ἀποδιδόμεν τὸς ἔχοντας, ἀζάμι-
10 οι ἐόντες καὶ ἀνυπόδικοι. ἀναγράψαι δὲ κ[αὶ]
τὸ δόγμα τόδ’ ἐς τὸ ἱαρὸν τ[ῶ] Ἄρεος.
Search Help
Contact Us