[ ]
Crete, Ctr. — Arkades [Ion., Teos] — 201 BC — McC. Teos 6
1 | Ἀρκάδων. |
ἔδοξεν Ἀρκάδων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐ- | |
πειδὴ Τήιοι φίλοι καὶ συγγενεῖς ὑπάρχοντες | |
διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρειγευ- | |
5 | τὰς ἀπέσταλκαν Ἀπολλόδοτον καὶ Κωλώ- |
ταν, οἳ ἐπελθόντες ἐπὶ τὸ κοινὸν τῶν Ἀρκάδων | |
τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ διελέγεν | |
ἀκολούθως τοῖς γεγραμμένοις, τὰν ἐκτε- | |
νεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιούμε- | |
10 | νοι περὶ τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι |
Διονύσωι τᾶς τε πόλεως καὶ τᾶς χώρας τᾶς | |
Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑ- | |
πάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια διὰ τὸν | |
θεὸν ψαφιζομένος καὶ αὐτὸς συναύξεν καὶ | |
15 | ἀεί τινος ἀγαθῶ παραιτίος γίνεσθαι τῶι δάμωι, |
καὶ ὅτι ταῦτα ποιήσαντες ἀκόλουθα πράξομεν | |
τᾷ τε πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τὰ μέγιστα χα- | |
ριξόμεθα τῶι δάμωι· περὶ δὲ τῶν αὐτῶν διαλε- | |
γέντος μετὰ πάσης σπευδῆς καὶ τοῦ παρὰ τῶ | |
20 | βασιλέως Φιλίππου πρεσβευτᾶ Περδίκκα· ἀ- |
ποκρίνασθαι τοῖς πρειγευταῖς ὅτι ἁ πόλις δια- | |
κειμένα φιλικῶς καὶ εὐήθως ποτὶ τὸ πλῆθος [τὸ] | |
Τηίων ἔν τε τοῖς ὑπεράνω χρόνοις οὐθενὸς ἀ- | |
πεστάτουν τῶν συμφερόντων καὶ νῦν δὲ | |
25 | καθότι παρακαλεῖ ὁ δᾶμος ὁ Τηίων καὶ Περ- |
δίκκας ὁ πολίτας αὐτῶν, προαιρεόμενοι οὖν | |
ἐμ πᾶσιν εὐχαριστεῖν καὶ μεμναμένοι τὰν | |
προϋπάρχωσ<α>ν ταῖ<ς> πόλεσι συγγένειαν, τάν | |
τε καθιέρωσιν τῶι Διονύσωι τᾶς τε πόλιος | |
30 | καὶ τᾶς χώρας ὑμέων, ἔτι δὲ ἱερὰν καὶ ἄσυλον |
ἦμεν βουλόμενοι χαρίζεσθαι Περδίκκαι δί- | |
δομεν, καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑμῖν ἔνδο- | |
ξα καὶ τίμια διαφυλάξομεν ἀπροφασίστως | |
ἐφ’ ὅσον ἠμὲν ἐν δυνατῶι. καὶ αἴ τινες τῶν ὁρμι- | |
35 | ομένων <ἐξ> Ἀρκάδων ἀδικήσωντί τινα Τηίων |
ἢ κοινᾶι ἢ ἰδίαι πὰρ τὸ γραφὲν δόγμα περὶ τᾶς | |
ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς Ἀρκάδων, ἐξ- | |
έστω τῶι παραγενομένωι Τηίων ἐπιλαβέσ- | |
θαι καὶ τῶν σωμάτων καὶ χρημάτων, αἴ τίς κα | |
40 | ἄγηι· οἱ δὲ κόσμοι οἱ τότε ἀεὶ κοσμέοντες ἐ- |
παναγκαζόντων ἀποδιδόμεν τὸς ἔχοντας | |
ἀζάμιοι ἰόντες καὶ ἀνυπόδικοι. ἀγγράψαι δὲ | |
καὶ τὸ δόγμα ἐς τὸ ἱαρὸν τῶ Ἀσκλαπιῶ τὸγ γραμ- | |
ματέα τᾶς πόλεος, δοθῆμεν δὲ καὶ ξένια | |
45 | τοῖς πρειγευταῖς τὰ ἐν τῶι νόμωι. ἔρρωσθε. |