IC I v 52*
[ ] Crete, Ctr. — Arkades [Ion., Teos] — 201 BC — McC. Teos 6
1                Ἀρκάδων.
ἔδοξεν Ἀρκάδων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐ-
πειδὴ Τήιοι φίλοι καὶ συγγενεῖς ὑπάρχοντες
διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρειγευ-
5 τὰς ἀπέσταλκαν Ἀπολλόδοτον καὶ Κωλώ-
ταν, οἳ ἐπελθόντες ἐπὶ τὸ κοινὸν τῶν Ἀρκάδων
τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ διελέγεν
ἀκολούθως τοῖς γεγραμμένοις, τὰν ἐκτε-
νεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιούμε-
10 νοι περὶ τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι
Διονύσωι τᾶς τε πόλεως καὶ τᾶς χώρας τᾶς
Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑ-
πάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια διὰ τὸν
θεὸν ψαφιζομένος καὶ αὐτὸς συναύξεν καὶ
15 ἀεί τινος ἀγαθῶ παραιτίος γίνεσθαι τῶι δάμωι,
καὶ ὅτι ταῦτα ποιήσαντες ἀκόλουθα πράξομεν
τᾷ τε πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τὰ μέγιστα χα-
ριξόμεθα τῶι δάμωι· περὶ δὲ τῶν αὐτῶν διαλε-
γέντος μετὰ πάσης σπευδῆς καὶ τοῦ παρὰ τῶ
20 βασιλέως Φιλίππου πρεσβευτᾶ Περδίκκα· ἀ-
ποκρίνασθαι τοῖς πρειγευταῖς ὅτι ἁ πόλις δια-
κειμένα φιλικῶς καὶ εὐήθως ποτὶ τὸ πλῆθος [τὸ]
Τηίων ἔν τε τοῖς ὑπεράνω χρόνοις οὐθενὸς ἀ-
πεστάτουν τῶν συμφερόντων καὶ νῦν δὲ
25 καθότι παρακαλεῖ ὁ δᾶμος ὁ Τηίων καὶ Περ-
δίκκας ὁ πολίτας αὐτῶν, προαιρεόμενοι οὖν
ἐμ πᾶσιν εὐχαριστεῖν καὶ μεμναμένοι τὰν
προϋπάρχωσ<α>ν ταῖ<ς> πόλεσι συγγένειαν, τάν
τε καθιέρωσιν τῶι Διονύσωι τᾶς τε πόλιος
30 καὶ τᾶς χώρας ὑμέων, ἔτι δὲ ἱερὰν καὶ ἄσυλον
ἦμεν βουλόμενοι χαρίζεσθαι Περδίκκαι δί-
δομεν, καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑμῖν ἔνδο-
ξα καὶ τίμια διαφυλάξομεν ἀπροφασίστως
ἐφ’ ὅσον ἠμὲν ἐν δυνατῶι. καὶ αἴ τινες τῶν ὁρμι-
35 ομένων <ἐξ> Ἀρκάδων ἀδικήσωντί τινα Τηίων
ἢ κοινᾶι ἢ ἰδίαι πὰρ τὸ γραφὲν δόγμα περὶ τᾶς
ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς Ἀρκάδων, ἐξ-
έστω τῶι παραγενομένωι Τηίων ἐπιλαβέσ-
θαι καὶ τῶν σωμάτων καὶ χρημάτων, αἴ τίς κα
40 ἄγηι· οἱ δὲ κόσμοι οἱ τότε ἀεὶ κοσμέοντες ἐ-
παναγκαζόντων ἀποδιδόμεν τὸς ἔχοντας
ἀζάμιοι ἰόντες καὶ ἀνυπόδικοι. ἀγγράψαι δὲ
καὶ τὸ δόγμα ἐς τὸ ἱαρὸν τῶ Ἀσκλαπιῶ τὸγ γραμ-
ματέα τᾶς πόλεος, δοθῆμεν δὲ καὶ ξένια
45 τοῖς πρειγευταῖς τὰ ἐν τῶι νόμωι. ἔρρωσθε.
Search Help
Contact Us