1 | ἐπ’ Εὐτυχίδα, Ἀλσείου νευμηνίαι· ἔδοξ[ε] |
τῶι δάμωι τῶι Αἰγηλίων· ἐπειδὴ Ἀνά- | |
ξιππος Ἀλεξάνδρου ἰατρὸς κατασ- | |
ταθεὶς ὑπὸ τᾶς ἐκκλησίας ἔτη καὶ | |
5 | πλείω κατά τε τὰν τέχναν καὶ τὸ[ν] |
βίον ἐπαίνου ἀξίως ἀνέστραπτα[ι] | |
πολλούς τε τῶν πολιτᾶν εἰς μεγ[ά]- | |
λας ἀρωστίας ἐμπεσόντας καὶ κιν- | |
δύνους τοὺς ἐσχάτους διέσωισε ο[ὐ]- | |
10 | θὲν ἐλλείπων φιλοτιμίας· ὅπως οὖν κα[ὶ] |
[ὁ] δᾶμος φαίνηται καταξίας χάριτας | |
[ἀ]ποδιδοὺς τοῖς αὑτὸν εὐεργετεῖν | |
[π]ροαιρουμένοις [τ]οί τε ἐπιγινόμενο[ι] | |
πολὺ προθυμοτέρος αὑτὸς παρασκευ- | |
15 | άζωντι ἐς τὰ συμφέροντα τῶι δάμωι· δεδό- |
χθαι τῶι δάμωι τῶι Αἰγηλίων· ἐπαινέσαι | |
[Ἀνά]ξιππον ἐπὶ τᾶι ἐκτενείαι καὶ [ἐπι]- | |
[μελείαι ἃν] παρεχ[όμενος διατελεῖ] | |
[— — — — — — — — — — — — — —] |
SEG
27:513