[ ] Kos Isl. — Hippia — Ag. Georgios Loizos Ch. — 1st/2nd c. AD — BCH 17 (1893) 208, 10 — PdP 13 (1958) 418-419
1 ἀγαθᾶι τύχαι· ἐπὶ ὑγείᾳ καὶ σωτηρίᾳ̣
παν̣ήγ̣υρις τοῦ σεβαστοῦ δενδρο-
κοπίου τῆς Ἥρας ἀποκατεστάθηι
τῶι δήμωι ὑπὸ τῆς πόλεως εἰς
5 τὸν αἰῶνα, μο(νάρχωι) Κλωδιανῶι, διὰ τὸ
ἐν ἑτέρωι τόπωι διετίαν ἐπιτε-
λεσθῆναι, ἱερωμένης τῆς Ἥρας
Κλαυδίας Πώλλης δήμου θυγατρός·
καὶ ὁ δῆμος ὁ Ἱππιωτῶν ἐψηφί-
10 σατο ἱερὰν διαγραφὴν περὶ τῆς
           πανηγύρεως.
δᾶμος ὁ Ἱππιωτᾶν ἐτείμασεν
χρυσέῳ̣ σ̣τεφάνῳ τῷ ἐκ τοῦ νόμου
Ἕρμωνα Ἕρμωνος ἀ̣ρ̣χ̣ιερέα καὶ ἱερέα καὶ
15 πανηγυριάρχην τετράκις ἀρετᾶς ἕνεκα καὶ ε̣ὐ̣-
     νοίας τᾶς εἰς αὑτούς.
Search Help
Contact Us