[ ] Kos Isl. — Isthmos: Kephalos — 2nd c. BC — BSAAlex 40 (1953) 35-62 — cf. SEG 28.695
[— — — — — — — — — — — — — — — — —](?)
1 [ἱερὸν ἔστω τόδε] τὸ τέ[μενος καὶ τὸ] vvvvv
ἱερὸν Ἀρτέμιτο[ς ․․․․․․․․]ας καὶ Διὸς Ἱκ[ε]-
σίου καὶ Θεῶν Πατρώιων· ἀνέθηκε δὲ
Πυθίων Στασίλα καὶ ἁ ἱέρεια 〚[․․․․]〛 παιδ-
5 ίον ὧι ὄνομα Μακαρῖνος ἐλεύθερον ἱε-
ρὸν τᾶς θεοῦ, ὅπως ἐπιμέληται τοῦ ἱερο[ῦ]
καὶ τῶν συνθυόντων πάντων διακονῶν
καὶ ὑπηρετῶν ὅσσωγ κα δῇ ἐν τῶι ἱερῶι·
ἐπιμελέσθω καὶ Μακαρῖνος καὶ τῶν ἄλλων
10 ἱερῶν καὶ βεβάλων καθάπερ καὶ ἐν τᾶι ἱερᾶι δέλ-
τωι γέγραπται, καὶ τῶν λοιπῶν ὧγ καταλεί-
πει Πυθίων καὶ ἁ ἱέρεια· τοῖς δὲ ἐπιμελομέ-
νοις καὶ συναύξουσι τὸ ἱερόν, εὖ αὐτοῖς
ἔη καὶ αὐτοῖς καὶ τέκνοις εἰς τὸν ἀεὶ χρόνον·
15 ἁγνὸν εἰσπορεύεσθαι —— τὸ δὲ ἱερὸν ἔστω
τῶν υἱῶν πάντων κοινόν —— ἀπὸ λεχοῦς καὶ
ἐγ δια<φθ>ορᾶς ἁμέρας δέκα, ἀπὸ γυναικὸς τρεῖ[ς].
Search Help
Contact Us