Dedicatory epigram for Herakles Soter.  Stele.
[ ] Epeiros — Kassope — shortly after 129 BC — Nikopolis 1 (1987) 16
See also:
1           Φιλώτας Φρύνωνος
         Ἵππαρχος Φιλοξένου
          Κύλισος Πολυξένου
         Ἡρακλεῖ Σωτῆρι
5 τὸν ἐγ Διὸς βλαστόντα παῖδ̣’ Ἡ̣ρακλέα
Σωτῆρ’ ἀνηγ̣ό̣ρ̣ε̣υ̣σαν οἱ ἀπὸ Κ[ασ]σώπης
μολόντες Ἀσίαν̣ ἱππικοῖς ὀχήμασιν,
ὅτε στρατηγὸς ἦγε̣ Μάαρκος στρατὸν
ἐπ’ Ἀριστόνικον, ὃν κρατήσαντες δορὶ
10 ῥ̣ώμην ἄγουσιν οἵδε Βουχετίων ἄπο,
βλαστόντες Ὀξ[ύλ]ου τε τοῦ παλαίχθονος,
σωθέντες θύουσιν εἰς πάτραν ἀφειγμένοι,
τὸν συνπα[ρ]α̣στατοῦ[ντ]α πολεμικαῖς ἀεὶ
μάχαις ἀνιδρύσαντο τόνδ’ Ἡρακλέα.
Search Help
Contact Us