Decree for the acceptance of the Leukophryena of Magnesia on the
Maeander.
[ ]
Thess. (Perrhaibia) — Gonnoi — [found at Magnesia on the Maeander] — ca. 206-203 BC — IvMagnesia 33
| 1 | ταγευόντων τῶν περὶ Εὔδημον τὸν Νικάνορος, Νίκαι- |
| ον τὸν Νικάρχου, Μίκυθον <τὸν> Παρμενίωνος, Γόρρασον | |
| τὸν Ἀσάνδρου, Ἄσανδρον τὸν Ἐπίνου vac. ἔδοξεν τῆι | |
| πόλει τῆι Γοννέων vac. ἐπειδὴ Μάγνητες οἱ ἐπὶ Μαιάν- | |
| 5 | δρου φίλοι ὄντες καὶ συγγενεῖς Γοννέων, ἔχοντες |
| τὴν πόλιν καὶ τὴν χώραν ἱερὰν καὶ ἄσυλον τῆς Ἀρτέμι- | |
| δος τῆς Λευκοφρυηνῆς καὶ αὔξοντες τὴν πρὸς τοὺς | |
| θεοὺς εὐσέβειαν, ἀποστείλαντες ἄνδρας Διαγόραν | |
| Κρατίνου, Ζώπυρον Ἑρμώνακτος, Διότιμον Λυκομήδου[ς] | |
| 10 | τήν τε θυσίαν ἐπήγγελλον καὶ τὴν πανή[γυ]ριν καὶ τὸν |
| ἀγῶνα ὃν προκεχειρισμένοι εἰσὶν συντελεῖν τῆ[ι Ἀρτ]έ- | |
| μιδι τῆι Λευκοφρυηνῆι κατὰ τὸν χρησμὸν τοῦ ἐν | |
| Δελφοῖς θεοῦ στεφανίτην ἰσοπύθιον μουσικὸν καὶ | |
| γυμνικὸν καὶ ἱππικόν, καὶ ἀνενεώσαντο τὴν ἐξ ἀρχῆς | |
| 15 | ὑπάρχουσαν φιλίαν καὶ οἰκειότητα Μάγνησίν τε καὶ |
| Γοννεῦσιν, vac. δεδόχθαι τῆι πόλει· τήν τε θυσίαν καὶ | |
| τὴν πανήγυριν καὶ τὸν ἀγῶνα vac. ἀποδέξασθαι ἰσο- | |
| πύθιον καὶ τὸ ἐκεχείριον δοῦναι τοὺς ταμίας ἐκ τῶν | |
| κοινῶν προσόδων, ὅσον καὶ τοῖς ἐπαγγέλλουσιν τὰ Πύ- | |
| 20 | θια, δραχμὰς Δημητριείους εἴκοσιν, δίδοσθαι δὲ καὶ |
| τοῖς νικήσασιν Γοννέων τοὺς ἀγῶνας τού[τ]ο<υς> ὅσον | |
| καὶ τοῖς τὰ Πύθια νικῶσιν δίδοται, ἀποστέλλειν δὲ καὶ | |
| θεωροὺς καθ’ ἑκάστην σύνοδον τοὺς κοινωνήσοντας | |
| τῆς θυσίας, ἐπαινέσαι δὲ καὶ τοὺς ἀπεσταλμέ- | |
| 25 | νους ἄνδρας Διαγόραν, Ζώπυρον, Διότιμον ἐπὶ τῆι φι- |
| λοτιμίαι ἧι πεποίηνται πρὸς τὴν πόλιν, ἀναγράφαι δὲ | |
| καὶ τὸ ψήφισμα τόδε εἰς τὰ κοινὰ γράμματα καὶ ἀνενεγ- | |
| κεῖν εἰς τὸ νομοφυλάκιον, ὅπως καὶ εἰς τὸν ἐνεσόμε- | |
| νον χρόνον ἀεὶ τοῖς ἀποστελλομένοις ὑπάρχωσιν | |
| 30 | τὰ τίμια πάντα ἀξίως [τ]ῆ[ς] θ[ε]ᾶς· ἀ[πε]δείχθη θεωρο- |
| δόκος ἡ πόλις. | |
| ἀκολούθως δὲ ἔδοξεν | |
| ψηφίσασθαι | |
| Φαλανναίοις. |