Decree of Gonnoi concerning the selection of a theorodokos, followed
by a decree of Athens. White marble stele with projecting cornice,
broken below.
[ ]
Thessalia (Perrhaibia) — Gonnoi — late 3rd c. BC — ArchEph (1914) 167, 232
See also:
1 | ἔδοξε τῆι πόλει τῆι Γοννέων θεω- |
ροδόκον ἑλέσθαι κατὰ τὸ ψήφισ- | |
μα ὃ ἤνεγκαν οἱ θεωροὶ τῶν Ἀθηνα[ί]- | |
ων Σωσιγένης καὶ Ἀρχεπτόλεμος | |
5 | καὶ ἀναγράψαι τὸ ψήφισμα εἰστή- |
λην λιθίνην καὶ θεῖναι εἰς τὸ ἱε- | |
ρὸν τῆς Ἀθηνᾶς· θεωροδόκος Νί- | |
καιος Ἀριστοκράτους ἑκὼν προσ- | |
εδέξατο· κύριον. Εὐκλῆς Εὐκλέου | |
10 | Ποτάμιος εἶπεν· ἐπειδή τινες τοὺς |
ὑπὸ τῆς πόλεως ἐκπεμπομένους | |
σπονδοφόρους θεωροδοκοῦντες | |
φανερὰν καθιστᾶσι τὴν πρὸς τὸν | |
δῆμον εὔνοιαν καὶ φιλανθρωπίαν, | |
15 | καθήκει δὲ τῶι δήμωι μηθενὸς λεί- |
πεσθαι τῶν εἰς τιμὴν καὶ χάριν ἀνη- | |
κόντων πρὸς τοὺς εὐεργετεῖν τὸν | |
δῆμον αἱρουμένους, τύχῃ ἀγαθῆι, | |
δεδόχθαι τῆι βουλῆι τοὺς προέ- | |
20 | δρους οἵτινες ἂν λ<ά>χωσιν προεδρεύ- |
ειν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν | |
χρηματίσαι περὶ τούτων, γνω- | |
μὴν δὲ ξυμβάλλεσθαι τῆς βουλῆς | |
εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βου- | |
25 | λῆι ὅσοι θεωροδοκοῦντες τυγ- |
χάνουσιν ἐν ταῖς πόλεσιν ταῖς | |
ἀποδεδειγμέναις σπονδὰς | |
τῶν τε Ἐλευσινίων καὶ Παναθη- | |
ναίων καὶ Μυστηρίων, ὑπάρχειμ | |
30 | μὲν αὐτοὺς ἤδη προξένους |
τοῦ δήμου τοῦ Ἀθηναίων, εἶναι | |
δὲ αὐτοῖς φιλοτιμουμένοις | |
εἰς τὴν πόλιν καὶ ἄλλο ἀγαθὸν | |
εὑρέσθαι παρὰ τοῦ δήμου ὅτου | |
35 | ἂν δοκῶσιν ἄξιοι εἶναι, τοὺς δὲ |
σπονδοφόρους τοὺς ἐπαγγέλ<λ>ον- | |
τας τά τε Ἐλευσίνια καὶ τὰ Πα- | |
ναθήναια καὶ τὰ Μυστήρια προσαπο- | |
φέρειν εἰς τὸ Μητρῶιον ἐν τοῖς λό- | |
40 | γοις τὰ ὀνόματα τῶν θεωροδο- |
κούντων πατρόθεν ὅταν καὶ | |
τὰς πόλεις τὰς ἀποδεξαμένας | |
[τ]ὰς σπονδὰς ἀποφέρωσιν, ὅπως | |
[ἂν] τούτων γινομένων οἵ τε φιλο- | |
45 | [τίμως π]ρὸς τὴν πόλιν διακείμε- |
[νοι φανεροὶ] καθιστῶνται καὶ ὁ δῆ- | |
[μος ․․․․․ εὐχάριστ]ο̣ς̣ φαίνηται | |
[— — — — — — — — — — — — — —] |