Decree for judges from Skotoussa. White marble stele, broken above
and below.
[— — — — — — — — — — — — — — — —] | |
1 | ΛΟΚ[— — — — — — — — — — — — — —]- |
λωνίδου τ̣ο̣[ῦ — — — — — — — — — —] | |
τοῦ Ἐπικράτου, Α̣[— — — — — — — Πα]- | |
τροκλέου· ταμιευό̣[ντων — — — — —] | |
5 | τοῦ Ἀσάνδρου, Θεολύτου̣ [τοῦ — — —] |
γραμματεύοντος Ἐπιμενί̣[δου τοῦ] | |
Ἀσκληπιάδου· μηνὸς Διθυραμβί̣ο̣[υ]· | |
ἐπειδὴ οἱ παραγεγονότες ἐξ Σκοτο[ύ]- | |
σης δικασταὶ Ἵππαρχος Διοκλέου, | |
10 | Μελάντας Δικαίου, Αὐτόβουλος Ἀρι- |
στοδήμου καὶ ὁ μετ’ αὐτῶν γραμμα- | |
τεὺς Μόλοτος Φοίνικος τὴν ἀναστρο- | |
φὴν καὶ δικαστείαν πεπόη<ν>ται ἀξίως | |
αὑτῶν τε καὶ τῆς ἐξαποστειλάσης | |
15 | πόλεως καὶ τῶν κατὰ τὰς δίκας, |
τοὺς ἔχοντας τὰ πράγματα τοὺς | |
μὲν πλείστους εἰς σύλλυσιν ἠγά- | |
γοσαν διὰ τῆς αὑτῶν φιλοτιμίας, | |
ὅσοις δὲ ἐδίκασαν, ἀπέδωκαν τὸ δί- | |
20 | καιον κατὰ 〚․․〛 τοὺς νόμους· ἐπιβαλο- |
μένου δέ τινος καὶ φθείρειν αὐτοὺς | |
περί τινων δικῶν, οὐ παρεσιώπησαν | |
ἀλλὰ συναχθείσης προσκλήτου τῶν | |
πολιτῶν κατὰ πρόσωπον κατηγόρη- | |
25 | σαν τὸν ἐπιβαλλόμενον μοχθηρὰν |
καὶ παράνομον πρᾶξιν· διὸ καὶ δεδό- | |
χθαι τῇ πόλει τῇ Γοννέων ἐπαινέ- | |
σαι τε αὐτοὺς καὶ δοῦναι πολι̣τ̣[είαν], | |
ἐπιγαμίαν, ἔνκτησιν, ἀσφ̣[άλειαν καὶ] | |
30 | αὐτοῖς καὶ ἐγγόνοις κα̣[ὶ ἐν πολέμῳ] |
καὶ ἐν εἰρήνῃ, καθάπερ̣ [καὶ τοῖς] | |
λ̣οιποῖς̣ 〚․2-3․〛 [πολ]ί̣τ̣α̣ι̣ς [— —] | |
[— — — — — — — — — — — — —] |