Decree for judges from Trikka. Stele of blackish marble, broken above and below.
[ ] Thessalia (Perrhaibia) — Gonnoi — ca. 200-150 BC — ArchEph (1911) 132, 68 — ArchEph (1911) 140, 78
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — Νικάνο]-
1 ρ̣ος τοῦ Φι̣λ̣[ώτ]ου· ταμιευόντων Σ̣[ω]-
πάτρου τοῦ Πυθογένους, Ἀσάνδρου
〚ου〛 τοῦ Δικαιογένου· γραμματεύ-
οντος Λυσιμάχου τοῦ Σίμμου· ἐπει-
5 δὴ οἱ παραγεγονότες δικασταὶ
ἐκ ‵Τρίκης′ ἐπὶ τὰς βολίμους δίκας Γλαυ-
κίας Ἀττίνου, Ξενοφάνης Εὐ-
φορβίδου, Πραξίας ‵Αὐτονόμου′ καὶ ὁ γραμμα-
τεὺς αὐτῶν Ἀρι<σ>τοκλῆς Φίλωνος,
10 οἳ καὶ εἴοισαν εἰληφότες τὰ τίμια
παρὰ τῆς πόλεω[ς] ἡμῶν· διὸ δε-
δόχθαι τῇ πόλ[ει τῇ] Γον<ν>έων ἐπα[ι]-
νέσαι τε αὐτοὺ[ς καὶ δ]οῦναι αὐτοῖς [πο]-
λειτείαν, ἐπιγα̣[μίαν, ἔ]ν̣κτησ[ιν, ἀ]-
15 σφάλειαν κα̣[ὶ ἐν πολέμῳ καὶ ἐν εἰρή]-
νῃ καθ’ ἃ καὶ τ[οῖς λοιποῖς πρ]ο̣ξέ[νοις]·
προνοηθ̣[ῆναι δὲ καὶ τ]οὺς ἐνάρχους [τα]-
[G]O[U\S KAI\ TOU\S] TAMI/AS O(/PWS OU)=N TO\ YH/FISMA
ἀναγραφῇ εἰς κίονα λιθίνην καὶ [τε]-
20 θῇ εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς ἐ[ν]
vac. ἀκροπόλει· τὴν δὲ εἰς ταῦτα ἐσομ[έ]-
[ν]ην δαπά{πα}νην {²⁶δαπάνην}²⁶ δοῦναι τοὺς ταμ̣[ί]-
ας ἀπὸ τῶν τῆς πόλεως προσόδων·
κύριον· κριταὶ Παρμενίων Μικύθο[υ],
25 Μενεκράτης Δικαιάρχου, Σίμων Ξε-
[ν]άρχου.
Search Help
Contact Us