Decree for judges from Pherai. Stele of blackish marble.
[ ]
Thessalia (Perrhaibia) — Gonnoi — ca. 200-150 BC — ArchEph (1911) 129, 64
1 | δικασστῶν Φεραίων. |
ἀγαθῇ τύχῃ· ἱερομνημονεύοντος Δημοκρά̣- | |
του τοῦ Ἀσάνδρου· ταγευόντων δὲ Θεοφάνο[υ] | |
τοῦ Ἁρμέου, Εὐφήμου τοῦ Εὐδήμου, Παρμενίων[ος] | |
5 | τοῦ Τιμοθέου, Παρμενίωνος τοῦ Μανίγ[χ]ου, |
Ἀσάνδρου τοῦ Δικαίου· ταμιευόντων δὲ Ἀντι- | |
γόνου τοῦ Εὐβιότου καὶ Ἀντιόχου τοῦ Παρμεν[ίω]- | |
[ν]ος· γραμματεύοντος δὲ Ἀσάνδρου τοῦ Ἀσίου· ἔδοξε | |
[τ]ῇ πόλει τῇ Γοννέων τοῖς παραγενομένοις δικαστ[αῖς] | |
10 | ἐκ Φερῶν Καλισθένῃ Μασάκου, Εὐδήμῳ Μασάκου, Λέον[τι] |
[Με]νίσκου καὶ τῷ γραμματεῖ αὐτῶν Μένωνι Πολυξ[ε]- | |
[ν]ίδου δοῦναι προξενίαν, ἰσοπολειτείαν, ἐπινομίαν, [ἔγ]- | |
κτησιν, ἀσφάλειαν καθ’ ἃ καὶ τοῖς λοιποῖς προξένοις ὑ- | |
πάρχει· καὶ τὸ ψήφισμα τοῦτο τοὺς ἐνάρχους ταγοὺς | |
15 | ἀγοράσαντας κίονα λιθίνην ἀναγράψαι καὶ στῆσαι ἐπὶ |
τὸ ἱερὸν τῆς Ἀθηνᾶς· τὸ δὲ γενόμενον ἀνήλω- | |
μα εἰς ταῦτα δοῦναι τὸν 〚․c.5․〛 ταμίαν ἀπὸ τῶν | |
τῆς πόλεως προσόδων· καὶ τοῦτο κύριον· κριταὶ | |
Λυσίμαχος Σίμμου, Ξενοκράτης Οἰνίου, Μελάν- | |
20 | τας Σίμωνος. |