Decree for judges from Atrax. Black marble stele, broken above.
[ ]
Thess. (Perrhaibia) — Gonnoi — ca. 200-150 BC — ArchEph (1911) 136, 72
| [— — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — — — προστατεύοντος τῆς ἐκκλησί]- |
| ας τῶν ταγῶν Θε̣[— — — — — — —· ἔδοξε] | |
| τῆι Γοννέων πόλει τοῖς ἐξ Ἄτ̣[ραγος δικασ]- | |
| ταῖς Πολίτᾳ Φιλίππου, Σιμίᾳ Ἀγάθωνος, | |
| 5 | Σίμωνι Δικαίου καὶ τῶι γραμματεῖ αὐ- |
| τῶν Ἀριστοτέλει Ἱέρωνος δεδόσθαι | |
| πολιτείαν, ἔγκτησιν, ἀσφάλειαν καὶ | |
| πολέμου καὶ εἰρήνης, ἐπιγαμίαν, ἐπι- | |
| νομίαν καθ’ ἃ καὶ τοῖς ἄλλοις προξέ- | |
| 10 | νοις τῆς πόλεως ὑπάρχει, καὶ ἀναγρα- |
| φῆναι τὸ ψήφισμα τοῦτο εἰς κίονα λι- | |
| θίνην, ἣν καὶ σταθῆναι ἐν τῶι ἱερῶι | |
| τῆς Ἀθηνᾶς τῆς ἐν ἀκροπόλει· δια- | |
| πενφθῆναι δὲ καὶ ἀντίγραφον πρὸς | |
| 15 | τὴν Ἀτραγίων πόλιν, δοθείσης τῆς |
| εἰς ταῦτα δαπάνης ἀπὸ τῶν τῆς πό- | |
| λεως προσόδων. |