Decree for judges from Atrax. Black marble stele, broken above.
[ ]
Thessalia (Perrhaibia) — Gonnoi — ca. 200-150 BC — ArchEph (1911) 136, 72
[— — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — προστατεύοντος τῆς ἐκκλησί]- |
ας τῶν ταγῶν Θε̣[— — — — — — —· ἔδοξε] | |
τῆι Γοννέων πόλει τοῖς ἐξ Ἄτ̣[ραγος δικασ]- | |
ταῖς Πολίτᾳ Φιλίππου, Σιμίᾳ Ἀγάθωνος, | |
5 | Σίμωνι Δικαίου καὶ τῶι γραμματεῖ αὐ- |
τῶν Ἀριστοτέλει Ἱέρωνος δεδόσθαι | |
πολιτείαν, ἔγκτησιν, ἀσφάλειαν καὶ | |
πολέμου καὶ εἰρήνης, ἐπιγαμίαν, ἐπι- | |
νομίαν καθ’ ἃ καὶ τοῖς ἄλλοις προξέ- | |
10 | νοις τῆς πόλεως ὑπάρχει, καὶ ἀναγρα- |
φῆναι τὸ ψήφισμα τοῦτο εἰς κίονα λι- | |
θίνην, ἣν καὶ σταθῆναι ἐν τῶι ἱερῶι | |
τῆς Ἀθηνᾶς τῆς ἐν ἀκροπόλει· δια- | |
πενφθῆναι δὲ καὶ ἀντίγραφον πρὸς | |
15 | τὴν Ἀτραγίων πόλιν, δοθείσης τῆς |
εἰς ταῦτα δαπάνης ἀπὸ τῶν τῆς πό- | |
λεως προσόδων. |