Proxeny decree for C. Flavius Apollonios and his son C. Flavius Bucco,
Roman citizens. Two joining fragments of a black marble stele.
[ ]
Thessalia (Perrhaibia) — Gonnoi — 196-146 BC — ArchEph (1912) 64, 91
1 | ἀγαθῇ τύχῃ· στρατη- |
γοῦντος Ὀρθαγόρου τοῦ | |
Φιλίππου Ἐρικινέως· ἐπει- | |
δὴ Γάιος Φλάυιος Γαίου Ἀ- | |
5 | πολλώνιος καὶ Γάιος Φλάυ- |
ιος Γαίου Βόκκων ὁ υἱὸς αὐ- | |
τοῦ Ῥωμαῖοί εἰσιν διακεί- | |
μενοι πρὸς τὴν πόλιν ἡ- | |
μῶν ἐπιδιδόντες αὑ- | |
10 | τοὺς ἀ[πρ]οφασίστως ἐν |
πᾶσιν ἐ[πὶ] πάντα τὰ παρα- | |
καλούμ[εν]α ὑφ’ ἡμῶν· ἵ- | |
να οὖν κ[αὶ] ὁ δῆ̣[μο]ς ἡμῶν | |
[φαίνηται] πᾶσι ὅτι δύναται ἀ- | |
15 | [ποδιδόναι] τὰς καταξίας χά- |
[ριτας τοῖς] εὐεργετοῦσιν· | |
ἔδοξε τῇ πόλει ἐν ἐκκλη[σ]- | |
ίᾳ ἐννόμωι τοῦ Διθ[υ]ρα- | |
μβίου μηνὸς τῆι δεκάτηι | |
20 | δεδόσθαι προξενίαν Γαί- |
ωι Φλαυίωι καὶ Γαίωι Φλαυίωι | |
Βόκκωνι Ῥωμαίοις ἔνκτησι- | |
ν, ἐπιγαμίαν, ἀσφάλειαν | |
πολέμου καὶ εἰρήνης καὶ τὰ | |
25 | ἄλλα πάντα καθ’ ἃ καὶ τοῖς λοι- |
ποῖς προξένοις ὑπάρχει· | |
[— — — — — — — — —] |