Proxeny decree for C. Flavius Apollonios and his son C. Flavius Bucco, Roman citizens. Two joining fragments of a black marble stele.
[ ] Thessalia (Perrhaibia) — Gonnoi — 196-146 BC — ArchEph (1912) 64, 91
1 ἀγαθῇ τύχῃ· στρατη-
γοῦντος Ὀρθαγόρου τοῦ
Φιλίππου Ἐρικινέως· ἐπει-
δὴ Γάιος Φλάυιος Γαίου Ἀ-
5 πολλώνιος καὶ Γάιος Φλάυ-
ιος Γαίου Βόκκων ὁ υἱὸς αὐ-
τοῦ Ῥωμαῖοί εἰσιν διακεί-
μενοι πρὸς τὴν πόλιν ἡ-
μῶν ἐπιδιδόντες αὑ-
10 τοὺς ἀ[πρ]οφασίστως ἐν
πᾶσιν ἐ[πὶ] πάντα τὰ παρα-
καλούμ[εν]α ὑφ’ ἡμῶν· ἵ-
να οὖν κ[αὶ] ὁ δῆ̣[μο]ς ἡμῶν
[φαίνηται] πᾶσι ὅτι δύναται ἀ-
15 [ποδιδόναι] τὰς καταξίας χά-
[ριτας τοῖς] εὐεργετοῦσιν·
ἔδοξε τῇ πόλει ἐν ἐκκλη[σ]-
ίᾳ ἐννόμωι τοῦ Διθ[υ]ρα-
μβίου μηνὸς τῆι δεκάτηι
20 δεδόσθαι προξενίαν Γαί-
ωι Φλαυίωι καὶ Γαίωι Φλαυίωι
Βόκκωνι Ῥωμαίοις ἔνκτησι-
ν, ἐπιγαμίαν, ἀσφάλειαν
πολέμου καὶ εἰρήνης καὶ τὰ
25 ἄλλα πάντα καθ’ ἃ καὶ τοῖς λοι-
ποῖς προξένοις ὑπάρχει·
[— — — — — — — — —]
Search Help
Contact Us