Dedication of a stoa by Leonides, son of Proteas, of Halikarnassos.
Rectangular block of gray marble.
[ ]
Thessalia (Thessaliotis) — Pharsalos — ca. 300-250 BC — ArchEph (1934/35) 145, 1 — BCH 59 (1935) 514, VIII
1 | Λεωνίδης Πρωτέου Ἁλικαρνασσεὺς τὴν στοὰν καὶ τὰ οἰκήματα τὰ ἐν τῆι στοᾶι πάντα ἀνέθηκεν |
τῆι πόλει. ἡ δὲ πόλις καὶ οἱ ταγοὶ ἀεὶ οἱ γινόμενοι καὶ οἱ ταμίαι ἐκ τῶν προσόδων τῆς στοᾶς | |
καὶ τῶν οἰκημάτων πάντων παρέξουσι διὰ βίου τοῖς νεανίσκοις τοῖς ἐν τῶι γυμνασίωι ἀλειφομένοις | |
ἔλαιον ἱκανὸν δίδοντες κατ’ ἐνιαυτὸν τοῖς γυμνασιάρχοις καὶ προσδιδότωσαν | |
5 | τοῖς γυμνασιάρχοις εἰς ἀγῶνα γυμνικὸν καὶ λαμπάδα μνᾶς δύο. ὁ δὲ ἀγὼν προσαγορευέσθω |
Λεωνίδεια καὶ ὁ κῆρυξ ἀνακηρυσσέτω τὸν νικῶντα· {²rasura}² τὸν δὲ ἀγῶνα οἱ γυμνασίαρχοι ποιείτωσαν | |
*DIYI/OU TH=I TETRA/DI I(STAME/NOU: TO\ DE\ PERISSO\N A)RGU/RION LAMBANE/TW H( PO/LIS, E)PISKEUAZE/TW DE\ | |
τὴν στοὰν κατ’ ἐνιαυτὸν ὧν ἂν προσδέηται. |